no image
DDbDP-text
Proclamation of Rationalis and Procurator via HGV-meta
Linked by Trismegistos ID
TM 16869.
Each record below describes this same ancient text from a different angle.
ἐξ αὐθεντίαςαὐθεντείας Κλαυδίου Μαρκέλλου τοῦ διασημοτάτου καθολικοῦ καὶ Μαρκίου Σαλουταρίου τοῦ κρατίστου ἐπιτρόπου τῶν Σεβαστῶν· ἡ θεία πρόνοια τῶν κυρίων ἡμῶν Σεβαστῶν τοὺς ἑαυτῶν Αἰγυπτίους ἅπαντας ταῖς ἀμέτροις λειτουργίαις καταπονηθέντας ἐπεκούφισεν· ποίας οὖν λειτουργίας περιαιρεθῆναι ἔταξεν ποίας τε μένειν καὶ ὅπως ἐπεκρίναμενἐπεκρείναμεν ὑποτέτακται, ἐξ ὧν ἅπασιν πρόδηλον ἔσται τοὺς πρὶν μάτην καὶ εἰκόνας ὡς εἰπεῖν τῶν τοιούτων ὑπηρεσιῶν παρασχομέ νους τὸ δὲ ἀληθὲς ἐπισεισμοῖςἐπισειζμοῖς ἐκδοθένταςἐγδοθέντας νῦν γοῦν ἀνεμποδίστως ἀποδεδόσθαι τῇ ἑαυτῶν γεωργίᾳ. πρόθες. Ῥωμαικά. Ὀξυρυγχείτου. εἰσὶν αἱ μένουσαι λειτουργίαι. βασιλικοὶ τραπεζῖται ἀπὸ βουλῆς ἀντὶ ε β βιβλιοφύλακες δημοσίων λόγων ἀντὶ ε β καὶ ἐξ ἰδιωτῶν ἑκάστῃ βιβλιοθήκῃ ἀνὰ α οἳ ἴσα τῶν ἐξ ἀρχόντων πάντα πράξουσι φύλαρχος ἐξ ἰδιωτῶν αSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.