no image
DDbDP-text
Petition to a Logistes via HGV-meta
Linked by Trismegistos ID
TM 20366.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ϛ καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β Οὐαλερίῳ Διοσκουρίδῃ τῷ καὶ Ἰουλιανῷ λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Διοσκόρου Σιλβανοῦ ἄρξαντος βουλευτοῦ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως. πραιποσίτου μου ὄντος πατριμωναλίων δεκάτου πάγου τοῦδε τοῦ νομοῦ ὑποβληθέντος ἔτι εἰς κονδουκτορίαν τοῦ ὀξέος δρόμου τοῦ εὐτυχῶς εἰσιόντος ἔτους, καὶ ἐχρῆν τοίνυν τοὺς ἐξ ἔθους ταύτην τὴν χώραν ἀποπληροῦντας ὑπὲρ τῶν ἐνιαυσίως εἰς τοῦτο ὑποβαλ λομένων ὑπακούειν καὶ ἡμῖνἡμεῖν τοῖς ἐγχειρισθεῖσιἐνχιρισθεῖσι πλεῖσταπλῖστα δημόσια ἐπιτά γματα καὶ τὴν χώραν ἣν ἐξ ἔθους ἀποπληροῦσι ἀποπληροῖν, παρεχομέ νων αὐτοῖς τῶν ἐπὶ τούτοις ἀναλωμάτων. ἀλλʼ ἐπειδὴἐπιδὴ μανθάνω τούτους βουλομένους ἐνεδρεύειν τὴν τηλικαύτην ἀπαραίτητονἀπαρέτητον χρείαν τοὺςτισι μὲν ἀπιόνταςἀπιουσι, ἐνίουςενιοις δὲ διαβάλλοντας, τῶν ἡμερῶν τῆς ἀντιλήμψεως συνα χθεισῶνσυναχθεντῶν τοῦ λειτουργήματοςλιτουργήματοςτουργηματος, ἐκ τούτου ἠπίχθην τὰ βιβλία ἐπιδοῦναι ἀξι ῶν τοὺς αὐτοὺς ὀνηλάτας ἐπαναγκασθῆναι Φαῦστον καὶ Ὧρον καὶ Χαιρέαν πάντʼ ἔχειν ὑπὲρ ὧν ἐξετέλουν κατʼ ἔτος τῆς κονδουκτορίαςκονδουκριας χρειῶν πάν τα τε παρασχέσθαι αὐτοὺς ς τοῖς ἐνιαυσίοιςἐνίοις ὑπακούονταςὑπακούοντες, καὶ ἡμᾶς διὰ τῶν αὐτῶν τὴν ἐνχειρισθεῖσανενχειρισθεις χρείαν ἀποπληροῦνἀποπληροιν καὶ μὴ εἰς ἀνάγκην με γενέ σθαι ἐντυχεῖν τοῖς μείζοσιν περὶ τούτου. ἐνεδρείας γεγενημένης. ὑπατείας τῆς προκιμένης Μεσορὴ ϛ. Αὐρήλιος Διόσκορος ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.