no image
DDbDP-text
Letter of Apollonia via HGV-meta
Linked by Trismegistos ID
TM 26937.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλωνία Φειλήτωι χαίρειν. ἀσπάζομαί σε λείαν καὶ Ἡρακλείδην, ἔπεμψα δέ σοι διὰ Ὀννώφριος νεωτέρου τὰ σύνεργα τῆς στολῆς τοῦ Ἡρακλείδου κρόκης μναῖ ζ ἐξ ὁλκῆς στατῆ ρες αἵ εἰσι σύριγγεςσύρινγες ρι καὶ στήμων ἀπὸ Λύκων πόλεως ὁλκῆς στατῆρες ϙ αἵ εἰσι σφαιρίασφαιρεία οε. ὧν ἡ τιμὴ τοῦ στήμονος ἐκ δρα χμῶν εἴκοσι ἑνὸς τῶν λ στα τήρων ὁλκῆς, γίνονται δραχμαὶ ξγ, ἡ δὲ τιμὴ τῶν ἐρεῶν τῆς κρόκης δραχμαὶ λϛ. κατέφθακε εἰς τὸ κλῶσαι ὁλκῆς στατῆρες λ τοῦ στατῆρος καὶ ἐγὼ ἐκ τοῦ ἰδίου μου ὁλκῆς στατῆρες ι ἐρίου ἔδωκα εἰς δαπάνην τοῦ καταρτισμοῦ δραχμὰς δ. ἐκδέδωκα γε νέσθαι κλωσθῆναι τρεῖςτρῖς μνᾶς ἐξ ὀβολοῦολολου τοῦ στατῆρος ὁλκῆς, γίνονται δραχμαὶ ιζ πεντώβολον καὶ ἐγὼ τὰ ἄλλα τέσσαραςτέσσαρες μνᾶςμναῖ ἔκλωσαεγλωσα καὶ βέβλη κα εἰς αὐτὰ σπάρτον χρωμάτινον μελανὸν καὶ ἐξ αὐτῶν βάλε εἰς τὸν ἀβόλλην τῆς στολῆς τρεῖςτρῖς μνᾶς. ἀσπαζόμεθά σε λείαν. ἔρρωσο. ὁ δὲ στήμων παρʼ ἐμοὶ βέβρεχταιβέβρεκται. ἔτους Θώθ. ἀπόδος Φιλήτωι ὥστε Ἡρακλείδηι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.