no image
DDbDP-text
Letter of Aurelius Stephanus via HGV-meta
Linked by Trismegistos ID
TM 31323.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Στέφανος Αὐρηλίῳ Χαιρήμονι τῷ ἀδελφῷ χαίρειν. ἐξιόντος μου εἰς Ἀλεξάνδριαν μετεβα λόμην τῷ σχοινιοπλόκῳ Πετοβάστει πα ρόντος Ἡρακλήουηρακλουου εἰς τιμὴν ζευκτηρίων δραχμὰς ἑξήκοντα , καὶ εἰς τιμὴν κόπρου ἐν Χύσει παρόντος Κοπρέως δραχμὰς μ, καὶ τῇ Κα λῇ ὥστε Κοπρεῖ ἃς εἶχον μετὰ χεῖρας τὰς δραχμὰς μη. μὴ οὖν ἀμελήσῃς τοῦ βαλεῖν τὴν κόπρον. συνεφώνησα γὰρ ἀρτάβας κε δραχμῶν ρ παρόν τος Κοπρέως· δώσεις οὖν τὰς λοιπὰς δραχμὰς ιβ. μὴ ἀμελήσῃς παραβαλεῖν ἐκεῖ καὶ τῇ γυναι κὶ ἕως ἂν παραγένωμαι καὶ χάριν τῶν ποτισμῶν. εὗρον τὸν ΑἰθίοπαΑἰθίοπανΑἰθιοπᾶν καὶ κα λῶς αὐτῷ ἐστιν. ἄσπασαι τοὺς ἡμῶν πάν τας. ἐρρῶσθαί σε εὔχομαι. Αὐρηλίῳ Χαιρήμονι παρὰ Αὐρηλίου Στεφάνου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.