no image
DDbDP-text
Petition to a Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 17008.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Λεωνίδῃ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Πτολλίωνος Ἀμόιτος τοῦ Σαραπίωνος, μητρὸς Διδύμης, καὶ Ἀπίωνος τοῦ καὶ Ἀμμωνίου Ἀπίωνος ἐπικαλουμένου Παυσειρίωνος, μητρὸς Οὐαριάνης, ἀμφοτέ ρων ἀπʼ Ὀξυρύγχων πόλεως, κοσμητῶν, βουλευτῶν τῆς αὐτῆς πόλεως. κατὰ συν χώρησιν τελειωθεῖσαν διὰ τοῦ καταλο γείου τῷ διελθόντι η ἔτει μηνὶ Ἁθὺρ ἐω νήμεθα ἐξ ἴσου παρὰ Αὐρηλίου Θέωνος γυμνασιάρχου βουλευτοῦ τῆς αὐτῆς πόλεως υἱοῦ Ἀριστίωνος Τείρωνος ἐξηγη τεύσαντος τῆς αὐτῆς πόλεως, μητρὸς Σαραποῦτος τῆς καὶ Δημητρίας ἀπὸ τῆς αὐτῆς πόλεως τὰς ὑπαρξάσας αὐτῷ περὶ Ἀντιπέρα Πέλα, ἐκ μὲν τοῦ Ῥόδω νος καὶ Ἀγασικράτους κλήρου σιτικὰςσειτικὰς μοναρτάβου μὲν ἀρούρας ἕνδεκα ἥμι συ ὄγδοον , διαρτάβου δὲ ἀρούρας δύο ἥμισυ τέταρτον ὄγδοον δυοτριακο στόν , τῶν δὲ ὅλων ἀρουρῶν δεκατεσ σάρων ἡμίσους δυοτριακοστοῦ οὐσῶν ὑπὸ μίαν ὄψιν, ἀποδόντες αὐτῷ τὴν τούτων τιμὴν ἐκ πλήρους ἐπὶ τοῖς διὰ τῆς πράσεως δηλουμένοις δικαίοις καὶ διαστολαῖς πάσαις ὡς ἡ συνχώρησις περιέχει ἧς τὸν ἀναπεμφθέντα πρὸς τοὺς τῶν ἐνκτήσεων βιβλιοφύλακας χρη ματισμὸν ὑποκολλήσαντες τοῖσδε τοῖς βιβλι δίοις ἐπιδίδομεν ἀξιοῦντές σε ἐπιστεῖλαι τοῖς αὐτοῖς βιβλιοφύλαξι τῶν ἐνκτήσεων τὴν δέουσαν παράθεσιν ποιήσασθαι. ἔτους θ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου ΣεουήρουΣευήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Θὼθ ιδ Αὐρήλιοι Πτολλίων καὶ Ἀπίων ὁ καὶ Ἀμμώνιος ἀμφότεροι κοσμηταὶ διὰ Ἀπίωνος τοῦ καὶ Ἀμμωνίου ἐπιδεδώκαμεν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.