no image
DDbDP-text
Registration of Property via HGV-meta
Linked by Trismegistos ID
TM 20516.
Each record below describes this same ancient text from a different angle.
ἐλήφθη θ ἔτουςεχ κ Φαμενὼθ ιδ. Θέωνι καὶ Ἐπιμάχωι βιβλιοφύλαξι παρὰ Πανεχώτου τοῦ Παυσίριος τοῦ Πανεχώ του μητρὸς Τσεναμμω νᾶτος τῆς Πανεχώτου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. ἀπογράφομαι τῷ ὁμογνη σίῳ μου ἀδελφῷ ἀπὸ τῆς αὐτῆς πόλεως προστρέχοντι τῇ ἐννό μῳ ἡλικίᾳ κατὰ τὰ ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Μεττίου Ῥούφου προσ τεταγμένα τὸ ὑπάρ χον αὐτῷ εἰς τὴν ἐνεσ τῶσαν ἡμέραν ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπίου ἐπʼ ἀμφόδου Ἱππέων Παρεμβολῆς ἐν τῷ Κάμπῳ τρίτον μέρος οἰκίας διπυργί ας, ἐν ᾗ κατὰ μέσον αἴ θριον, καὶ τῆς προσού σης αὐλῆς καὶ ἑτέρων χρηστηρίων καὶ εἰσ όδου καὶ ἐξόδου καὶ τῶν συνκυρόντων, κατηντηκὸς εἰς αὐτὸν ἐξ ὀνόματος τῆς ση μαινομένης καὶ με τηλλαχυίας ἀμφοτέ ρων μητρὸς Τσεναμ μωνᾶτος ἀπὸ τῆς αὐ τῆς α πόλεως ἀκολού θως οἷς ἔχει δικαίοις. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Φαμενὼθ ιδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.