no image
DDbDP-text
Application to the Board of Gymnasiarchs via HGV-meta
Linked by Trismegistos ID
TM 17510.
Each record below describes this same ancient text from a different angle.
αχρηγ β ὀπεινίω. τῷ τάγματι τῶν γυμνασιάρχων τῆς Ὀξυρυγχειτῶν πόλεως διὰ τοῦ διαδεχομέ νου τὴν πρυτανίανπρυτανείαν Αὐρηλίου Σαραπίω νος τοῦ καὶ Φιλοξένου γυμνασιαρχήσαντος παρὰ Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Σερήνου γυμνασιαρχήσαντος πρυτανεύσαντος ἐπὶ τῶν στεμμάτων βουλευτοῦ τῆς λαμπρᾶς Ἀντινοέων πόλεως καὶ ὡς χρηματίζω διὰ Αὐρηλίου Γαιανοῦ πραγματευτοῦ. πρὸς ὁποί αν δήποτε γενομένην ἔκ τινος παρανομίας ἀναγνωσθέντος ἐν ὑμῖν ὡς ἔμαθον πιτ τακίου τῇ διελθούσῃ λ βουλῆς οὔσης ὀνομασίαν ἐξ ἐπωνυμίας μου διαφέρουσαν γυμνασιαρχί ας ἀρχῇ παρʼ αὐτὸ προσήγαγον ὑμῖν ἐκκλήτου βιβλία ἐπὶ τὸν κράτιστον ἐπιστράτηγον Αἴλιον Φαῦστον δουκη νάριον, καὶ μὴ προσεθέντων τούτων ἀνεθέμην ἐν τῷ αὐτόθι Σεβαστείῳ πρὸς τοῖς θείοις ἴχνεσι τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Γαλλιηνοῦ Σεβαστοῦ δια πεμφθησόμενα ὑπὸ τοῦ στατίζοντος τῷ λαμπροτάτῳ ἡγεμόνι ἸουουενίῳἸουουενίου ΓενεαλίῳΓενεαλίου αὐτῷ τε τῷ στατίζοντι τὰ ἴσα ἐπιδούς, καὶ νῦν δὲ ἀξιῶ κατὰ τὰ κεκε λευσμένα ἐκδοθῆναίἐγδοθῆναί μοι τὴν ὀπι νίωνα δηλοῦσαν τὴν αἰτίαν διʼ ἣν οὐ προσήκασθε τὰ τῆς ἐκκλήτου βιβλία, ὅπως δυνηθῇ τὰ ἀκόλουθα πραχθῆναι. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Φαμενὼθ κ. Αὐρήλιος Σαραπίων διʼ ἐμοῦ Γαιανοῦ ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.