no image
DDbDP-text
Letter from a Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 17492.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Σπαρτιάτης ὁ καὶ ΧαιρήμωνΣεραπίων ὁ καὶ ρίων στρατηγὸς Ἑρμοπολίτου Αὐρηλίοις Διοδώρῳ τῷ καὶ Διονυς εὐθηνιαρχήσαντι Ἀλεξανδρίας καὶ Δημητρίῳ τῷ καὶ Νουμη νίῳ εὐθηνιαρχήσαντι Ἀλεξανδρίας εἰρηνάρχαις Μωχείτου καὶ Πασκὼ τοῖς φιλτάτοις χαίρειν. ἡ κρατίστη βουλὴ πρόγραμμά μοι διεπέμψατο πρὸς τὸ ἐν τοῖς ἐπισημοτάτοις τόποις τῶν κωμῶν προτεθῆναι. ἀντίγραφον οὖν αὐτοῦ ἐπιστέλλω ὑμῖν, φίλτατοι, ἵνα κατὰ κώμην ποιήσητε προτεθῆναι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι, φίλτατοι. ἔτους ϛ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικκινίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Σαλωνίνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Φαμενὼθ α. ἀντίγραφον. Ἑρμοῦ πόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης ἡ κρατίστη βουλὴ διὰ Αὐρηλίου ἀγορανομήσαντος ἐνάρχου πρυτάνεως Αὐρηλίῳ ΣεραπίωνιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.