no image
DDbDP-text
Receipt for Part of a Water - wheel via HGV-meta
Linked by Trismegistos ID
TM 22034.
Each record below describes this same ancient text from a different angle.
ὑπατείᾳὑπατίᾳ τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ β Φαῶφι κζ ἰνδικτίονος ζ ἐν ὈξυρύγχωνὈξυρυγχιτῶν. τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ τῇ ὑπὸ τὸν ἁγιώτατον καὶ θεοφιλέστατον πατέρα ἡμῶν ἀββᾶ Πέτρον ἐπίσκοπον ταύτης τῆς λαμπρᾶς Ὀξυρ υγχιτῶν πόλεως διὰ σοῦ τοῦ εὐλαβεστάτου Φὶβ πρεσβυτέρου καὶ καθολικοῦ οἰκονόμουοἰκονου Αὐρήλιος Ψεεῖς υἱὸς Φοιβάμμωνος μητρὸς Θέκλας ἀπὸ ἐποικίου Κωλώτου κτήματος τῆς αὐτῆς καθο λικῆς ἐκκλησίας τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγρα φοςἐναπογραφως γεωργὸς χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπʼὑφ’ ἐμὲ ἐκκλησιαστικὴν μηχανὴν καλουμέ νην Ἀγροικικοῖς ἀντλοῦσαν εἰς ἄμπελον καὶ εἰς ἀρόσιμονἀρώσιμον γῆν ἄξονος ἑνὸς ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν θεοφιλείαν ὥστε κελεῦσαί μοι παρασχεθῆναι τὸν αὐτὸν ἄξονα, καὶ εὐθέως ἡ ὑμῶν θεοφιλεία πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν ἐκκλησίας πραγμάτων τοῦτον παρέσχετο μοι διὰ τοῦ εὐλαβε στάτου Λουκᾶ μονάζοντος καινὸν ἐπιτήδειον ἀντλητικὸν εὐάρεστον. ἐδεξάμηνἐδεξαμένην εἰς ἀνα πλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ ἥτις ἐστὶν Φαῶφι εἰκὰς ἑβ δόμη τοῦ ἐνεστῶτος ἔτους σε ροδ τῆς παρούσης ἑβδόμης ἰνδικτίονος ὑδροπαροχίαςὑδροπαροχείας δὲ καρπῶν τῆς ὀγδόης ἐπινεμήσεως, καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι τὴν χειρογραφίανχειρογραφείαν ἥτις κυρία ἐστι ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ψεεῖς υἱὸς Φοιβάμμωνος ὁ προγεγραμμένος πεποίημαι τὴν χειρογραφίανχειρογραφείαν ὑποδεξάμενος τὸν καινὸν ἄξοναὑποδεξάμενος τὸν εἰρημένον ἄξονα καὶ συμφωνεῖσυμφωνῖ μοι πάντα τὰ ἐγγραμμένα ὡς πρόκειται. Αὐρήλιος Φιλόξενος υἱὸς τοῦ μακαρίου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu FiloxenuPhiloxenu eteliothe Φαῶφι χειρογραφία Ψεεῖς υἱοῦ Φοιβάμμωνος ἀπὸ ἐποικίου Κωλώτου ὑποδοχῆς ἄξονος ἑνός .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.