no image
DDbDP-text
Appointment of a Clerk via HGV-meta
Linked by Trismegistos ID
TM 22029.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους θ, ὑπατείαςὑπατίας τῆς αὐτῶν γαληνότητος τὸ β, Χοίακ κϛ ἰνδικτίονος ζ. τῷ θαυμασιωτάτῳ Μακαρίῳ προνοητῇ τῆς ἁγίας ἐκκλησίας υἱῷ τοῦ μακαρίου ἀπὸ ταύτης τῆς Νέας Ἰουστίνου πόλεως Παμβήχις θαυμασιώτατοςθαυμασιότατος υἱὸς τοῦ μακαρίου Μηνᾶ μητρὸς Μαξίμας ὁρμώμενος ἀπὸ τῆς αὐτῆς πόλεως ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ συντεθεῖσθαίσυντεθειθαι με πρὸς τὴν σὴν θαυμασιότητα ἀπὸ τῆς σήμερον ἡμέρας ἥτις ἐστὶν Χοίακ εἰκὰς ἕκτη τῆς παρούσης ἑβδόμης ἰνδικτίονος ἕως πεντεκαιδεκάτης τοῦ Παχὼν μηνὸς τῆς αὐτῆς, ἐφʼ ᾧ τέ με τὴν χώραν μισθίου τῶν προνοητῶν παρʼ αὐτῇ ἀποπληρῶσαι ἐν προστασίᾳ τῆς κώμης Σαραπίωνος ΧαιρήμονοςΧαιρήμμωνος, καὶ πάντα τὰ ὑποδεχόμενά μοι παρὰ τῶν ὑπευθύνων γεωργῶν τῶν ὑπὸ τὴν σὴν θαυμασιότηταθαυμασιώτητα ἐν τῇ εἰρημένῃ κώμῃ ἔν τε σίτῳ καὶ χρυσίῳ ὁμολογῶ ἐνεγκεῖν καὶ καταβαλεῖν ἐπὶ τὴν σὴν θαυμασιότητα ἀκολούθως τοῖςτις ἐμοῖς ἴσον συναλλάγματος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.