no image
DDbDP-text
Letter from Victor to George via HGV-meta
Linked by Trismegistos ID
TM 37861.
Each record below describes this same ancient text from a different angle.
μαθὼν ὅτι κατέλαβεν ἡ ὑμετέρα μεγαλοπρέπεια τὴν Κυνῶν συνεῖδον γράψαι καὶ προσκυνῆσαι τοὺς τιμίους αὐτῆς πόδας, ἔπειτα σημᾶναι αὐτῇ τὸ κατὰ λεπτὸν τοῦ πράγματος περὶ τῶν ἀπὸ Μούχεως. σὺν εὐμενείᾳ τοῦ δεσπότου Χριστοῦ ἠνύσαμεν τὴν λοιπάδα τῶν χρυσικῶν δωδεκάτης ἰνδικτίονος καὶ τὴν ἀπολοιπασίαν τῆς ἐμβολῆς τρεισκαιδεκάτης, καὶ χρυσικῶν και ἕνδεκα νομισμάτων τῶν δοθέντων πρώην τῷ μείζονι τῆς αὐτῆς κώμης παρὰ δύο τρίτον νομίσματα καὶ σίτου ἀρτάβας τριάκοντα τέσσαρας καγκέλλῳ, καὶ ταῦτα ὑπὸ σφραγῖδι ἡμετέρα παραδεδώκαμενπαρεδεδώκαμεν τῷ μείζονι τῆς αὐτῆς κώμης, ἅπαντα προειρημένα ἕνδεκα νομίσματα. καὶ παρεγενάμην καὶ εἰς Πινῦριν ἵνα πάθωμενπάθομεν ἐκεῖ ἀπόκρισιν καὶ σφραγίσωμεν, καὶ αὐτὸς κατέμενον παρὰ τῷ μείζονι καὶ ἔχω δύο ἡμέρας ἀνερχόμενος πρὸς αὐτούς, καὶ οὐκ ἔπαθον παρʼ αὐτῶν ἀπόκρισιν, καὶ πολλά εἰσιν τὰ χρεωστούμενα ἡμῖν καὶ παρʼ ἐκείνων. καὶ ἐὰν συνορᾷ ὁ δεσπότης μου πέμψαι μετφ ἢ νεωτέρας ἵνα ιτιηιλως καὶ πέμψαι καὶ ἔχωμεν ἀπαλλαγῆναι τῆς σιαντίας ταύτης. ἔχω γὰρ δεκαεννέα ἡμέρας σήμερον εἰς τὸ πρᾶγμα τοῦτο· ἐγράφη μοι γὰρ παρὰ τῶν σὺν ὑμῖν, δέσποτά μου, ἵνα ἐμοῦ πάσχοντος ἀπόκρισιν εἰς Πινῦριν ἀποδώσωμεν — ἀναγίνωσκε ὀπίσω — ὑμῖν τὰ ὑμέτερα καὶ ἀναλάβωμενἀναλάβομεν καὶ ἡμεῖς τὰ ἡμέτερα. πρὸ γὰρ βλεπ οἱ ἀπὸ Πινύρεως οὐ προσδοκῶσινπροσδοκοῦσιν δοῦναί τί ποτε μετὰ καλοῦ. ταῦτα γράψας πλεῖστα αὐτὴν προσκυνῶ καὶ ἀσπάζομαι τοὺς τιμίους αὐτῆς πόδας. δεσπότῃ ἐμῷ τὰ πάντα μεγαλοπρεπεστάτῳ πάσης τιμῆς Writing inverse to main text καὶ προσκυνήσεως ἀξίῳ γνησίῳ ἀδελφῷ Γεωργίῳ Writing inverse to main text κόμετι καὶ διοικητῇ Βίκτωρ ἰλλούστριος σὺν θεῷ χαρτουλάριος καὶ ὑμέτερος δοῦλος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.