no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 21968.
Each record below describes this same ancient text from a different angle.
ἐμίσθωσεν Δημητροῦς ἡ καὶ Θαῆσις Τερεντίου ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ ἀνεψιοῦ Ὡρίωνος Ἀμόιτος τοῦ Τερεντίου ἀπὸ τῆς αὐτῆς πόλεως Σαραπίωνι χρηματίζοντι μητρὸς Ταχόιτος ἀπὸ τῆς αὐτῆς πό λεως πρὸς μόνον τὸ ἐνεστὸς κε ἔτος τὰς ὑπαρχούσας αὐτῇ περὶ Νέσλα ἐν μὲν τόπῳ λεγομένῳ Σαμβοῦτος ἄρουραν μίαν , ἐν δὲ τόπῳ λεγομέ νῳ Ἕλει λιβὸς δὲ βασιλικῆς καλου μένης Τροφῆς Αἰγῶν ἄρουραν μί αν ἥμισυ , καὶ περὶ τὸ Ἰσῖον Παγγᾶ ἐκ τοῦ Νικάνορος καὶ Δριμάκου κλήρου ἀρούρας τρεῖς , ἐπὶ δὲ πασῶν μηδεμι ᾶς γεωμετρίας γεινομένης, ὥστε τὴν μὲν ἐν τόπῳ Σαμβοῦτος ἄρου ραν μίαν σπεῖραι ἢ ξυλαμῆσαι κριθῇ ἐκφορίου ἀποτάκτου κριθῆς ἀρτα βῶν , τὴν δὲ ἐν τόπῳ Ἕλει ἄρου ραν μίαν ἥμισυ καὶ τὰς περὶ τὸ Ἰσῖον Παγγᾶ ἀρούρας τρεῖς , ἐπὶ τὸ αὐτὸ ἀ ρούρας τέσσαρες ἥμισυ , ξυλαμῆσαι χόρτῳ φόρου ἀποτάκτου ἀργυρίου δραχμῶν ἑκατὸν ὀγδοήκοντα ἀκίνδυνα πάντα παντὸς κινδύνουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.