no image
DDbDP-text
Abstracts of Contracts via HGV-meta
Linked by Trismegistos ID
TM 31795.
Each record below describes this same ancient text from a different angle.
παρα χωρῆσαί σοι τὰ καὶ αὐτῇ εἰς τὴν ἐνεστῶσαν ἡμέραν ὑπάρχοντα, ὧν ἐστιν τὸ καθʼ ἕν· ἐν μὲν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Ἡρῴου οἰκίας β σὺν χρηστηρίοις. διὰ χρηματισμοῦ γενομένου διὰ τοῦ ἐν Ἑρμοῦ πόλει τῇ μεγάλῃ γραφείου τῷ κε ἔτει θεοῦ Κομμόδου Μεσορὴ πρότερον Διονυσίου Κάστορος περὶ τὴν προκειμένην Χῦσιν κωμογραμματείας Πασκὼ ἐκ τοῦ Ἑρμοφίλου κλήρου γῆς ἀπὸ ἀρουρῶν γ ἀρούρας 𐅵, καὶ ἐκ τοῦ Διονυσίου κλήρου ἐν τῷ νοτινῷ καὶ ἐν ἀπηλι ωτικῷ μορίῳ ἀρούρας β, καὶ ἐκ τοῦ αὐτοῦ κλήρου ἀπὸ ἀρουρῶν ἀρούρας 𐅵, γίνονται ἐπὶ τὸ αὐτὸ σιτικαὶ ἄρουραι γ, περὶ Ἰβιῶνα Χύσιος ἐκ τοῦ Ἑρμοφίλου κλήρου ἀμπέλου ἀρούρας δ α ὑπαρ χούσης αὐτῷ ἐν κώμῃ Σενέπτα ἐν τοῖς ἀπὸ ἀπηλιώτου μέρεσι τῆς κώμης οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων. καὶ ὑπὸ τοῦ αὐτοῦ Ἀρίστωνος καθʼ ἕτερον αὐτοῦ χειρόγραφον δισσὸν ἀργυρίου δραχμαὶ Γ καὶ ἴσαι τόκου. καὶ ὑπὸ Ἁρμιύσιος Ἁρμιύσιος μητρὸς Ἡρᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως ὁμοίως κατὰ χειρόγραφον αὐτοῦ δισσὸν ἀργυρίου δραχμαὶ Αχ κεφαλαίου καὶ ἴσαι τόκου. καὶ ὑπὸ Σαραπίωνος Ἡρακλείδου τοῦ Ἀσκληπιάδου μητρὸς Θερμουθίου ἀπὸ τῆς αὐτῆς πόλεως ὁμοίως κατὰ χειρόγραφον αὐτοῦ παραθήκης δισσὸν ἀργυρίου δραχμαὶ Δυ. καὶ ὑπὸ Πτολεμαίου τοῦ καὶ Ἀντιόχου υἱοῦ Πτολεμαίου Δείου γυμνασιαρχήσαντος τῆς αὐτῆς πόλεως καὶ εὐθυνιαρχήσαντος τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων τὸ κατασταθὲν μέρος τοῦ παρατεθέντος τ ναύλου Πτολεμαίῳ τῷ Ἀγάθου κατὰ χειρόγραφον αὐτοῦ παραθήκης δισσὸν ἀργυρίου τάλαντον α, τὸ καὶ δημοσιωθὲν καὶ μεταδοθὲν τοῖς ε Διογένει τῷ καὶ Θέωνι καὶ Δείῳ τῷ καὶ ΔιογένειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.