no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 21967.
Each record below describes this same ancient text from a different angle.
ἐμίσθωσεν Ἀπολλώνιος Ἀπολλωνίου ΣεβάστιοςΣεβάτιος ὁ καὶ Καισάριος βουλευτὴς Ἀντινοέων διὰ Διοσκόρου φροντιστοῦ Κρονίωνι Παυσίριος μητρὸς Σιννεχώτου καὶ τοῖς ὁμομητρίοις ἀδελφοῖς Ἁρπαήσει καὶ Ὧρῳ ἀμφοτέροις Ἀνεμπέως τοῦ Ἁρπαήσιος τοῖς τρισὶ ἀπὸ κώμης Ταλαὼ εἰς ἔτη τέσσαρα βροχὰς τέσσαραςτέσσαρες ἀπὸ τοῦ ἐνεστῶτος ἕκτου ἔτους Ἀντωνίνου καὶ Οὐήρου Καισάρων τῶν κυρίων ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ περὶ τὴν Ταλαὼ ἐκ τοῦ Καλλίου κλήρου ἰδιωτικῆς γῆς ἀρούρας δέκα , ὥστε τοὺς μεμισ θωμένους σπεῖραι καὶ ξυλαμῆσαι κατʼ ἔτος πυροῦ μὲν τὸ ἥμισυ, χόρτῳ δὲ ἤτοιηοι εἰς βρῶσιν ἢ καὶ κοπὴν καὶ θερινὴν ἐπινομὴν τὸ ἄλλο ἥμισυ, ἐξουσίας αὐτοῖς οὔσης σπεῖραι ἐν τῷ ἐν χόρτῳ ἡμίσει μέρει κατʼ ἔτος λαχανοσπέρμῳ ὃ ἐὰν αἱρῶνται, ἐκφορίου καὶ φόρου κατʼ ἔτος ἀποτάκτου τῶν ὅλων ἀρουρῶν δέκα μηδε μιᾶς γεωμετρίας γεινομένης πυροῦ ἀρταβῶν δεκαπέντε καὶ ἀργυρίου δραχμῶν κοντα ὀκτὼ ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων μίσθωσις ἀρουρῶν ι ἐκ τοῦ ΚαλλίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.