no image
DDbDP-text
Lease of State Land via HGV-meta
Linked by Trismegistos ID
TM 21771.
Each record below describes this same ancient text from a different angle.
Πετρωνίῳ Διονυσίῳ στρατηγῷ παρὰ Ὠφελᾶτος τοῦ καὶ ΚόρακοςΚόρατος ἀπελευθέρου Ἀπίας τῆς καὶ Διονυ σίας Διονυσίου ἀπʼ Ὀξυρύγχων πόλεως. ἐπιδέχομαι μισθώσασ θαι ἐκ τοῦ δημοσίου ἐπʼ ἔτη πέν τε ἀπὸ τοῦ ἐνεστῶτος τρίτου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ὑπολόγου περὶ Σεναὼ ἐκ τοῦ Ἡρακλείδου καὶ Ἡρακλείδου κλήρων ἀρούρας τρεῖς, ὧν γεί τονες νότου γύης βορρᾶ καὶ ἀ πηλιώτου δημόσιον χῶμα λιβὸς Διδυμίωνος Δημητρίου, ὥσ τε κατʼ ἔτος σπεῖραι καὶ ξυλα μῆσαι οἷς ἐὰν αἱρῶμαι χωρὶς πυροῦ καὶ ἰσάτεως καὶ ὀχομε νίουἐχομενίου καὶ ἔχειν με τὰς νομὰς καὶ ἐπινομὰς φόρου τῶν ὅλωννομῶν κατʼ ἔτος σύνπαντισὺν παντὶ δραχμῶν τεσσάρων ἃς διαγράψω κατʼ ἔ τος μηνὶ Καισαρείῳ. ἐὰν δέ τις ἄβροχος γένηται, παραδεχθή σεταί μοι, μετὰ δὲ τὴν πεν ταετίαν οὐκ ἀχθήσομαι εἰς τὴν μίσθωσιν. ἔτους γ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Ἁθὺρ ια. Ὠφελᾶς ὁ καὶ Κόραξ ἐπιδέδωκα. διὰ Ἑρμοῦ νομογράφουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.