no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22848.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλωνίδῃ στρατηγῷ Ἑρμοπολίτου παρὰ Κορνηλίου Ἀφύγχιος τοῦ ΠετενόβσιοςΠετενόβσιοσ Ἑρμοπολίτου ἀναγραφομένου ἐπʼ ἀμφόδου Πόλεως Λιβὸς. βούλομαι ἑκουσίως μισθώσασθαι ἐκ τοῦ δημοσίου πρὸς μόνον τὸ ἐνεστὸς ιϛ ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀπὸ ὑπολόγου ἐν τῷ Κουσσείτῃ κάτω περὶ τάσκεσιντὰς ν κωμογραμματείαν ἐξ ἡμίσεως ἐκ τοῦ Πόρωνος κλήρου ἀρούρας πέντε προγεωργουμένας ὑπὸ Ἀντωνίου τοῦ καὶ Ἀχιλλέως Πόρωνος εἰς σπορὰν καὶ κατάθεσιν ὧν ἐὰν αἱρῶμαι ἔξω πυροῦ φόρου τοῦ προτελεσθέντος ττοςτεν τῶι διεληλυθότι ιε ἔτει Ἀντωνίνου τοῦ κυρίου δραχμῶν ἑξήκοντα ὧν προσάγω πρὸς αἷς ὑπὲρ ἐπιθέματος τῶν ὅλων vestiges τος διὰ τὸ ἰδίωμα τοῦ ἐνι αυτοῦ ἀργυρίου ν δραχμῶν δεκαδύο ἑκατὸν τὸν δὲ φόρον καὶ τὸ ἐπίθε μα διαγράψω εἰς τὸ δημόσιον τῷ δέοντι καιρῷ, ἐὰν οὖν φαίνηται μισθῶσαί μοι ἐπὶ τούτοις. ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι κϛ. Κορνήλιος Ἀφύγχιος ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.