no image
DDbDP-text
Examination (ἐπίκρισις) for Membership of the Gymnasium via HGV-meta
Linked by Trismegistos ID
TM 21768.
Each record below describes this same ancient text from a different angle.
στρατηγήσαντος καὶ Παμφίλου γενομένου βασιλικοῦ γραμματέως καὶ ὧν ἄλλων κα θήκει τῷ εζ ἔτει θεοῦ Οὐεσπασιανοῦ ἀκολούθως αἷς ἐπήνεγκεν ὁ προ γεγραμμένος μου πατὴρ ΔιονύσιοςΔιονυσις ὁ καὶ Ἀμόις Ψάμμιος τοῦ Βαλλά ρου ὃς ἦν παλαιστροφύλαξ περιὼν ἀποδείξεσι ὡς ὁ πατὴρ αὐτοῦ Ψάμ μις ΒαλλαρουΒαλλους ἐστὶν ἐν τῇ τοῦ λδ ἔτους θεοῦ Καίσαρος γραφῇ τῶν ἐκ τοῦ γυμνασίου παραμένων, ἐγὼ δὲ ἀφʼ οὗ προσέβην ἐγενό μην ἐν πάσαις ταῖς τοῦ γυμνασίου γραφαῖς, τὴν δὲ τοῦ υἱοῦ μητέρα Θερμούθιον γεγαμῆσθαί μοι τῷ β ἔτει Δομιτιανοῦ κατʼκαθʼ ἰδιόγραφον συγγραφὴνσυνγραφον τὴν καὶ δεδημοσιω μένην διὰ τοῦ καταλογείου τῷ ἑξῆς γ ἔτει, ἧς ὁ πατὴρ Πλουτί ων Πλουτάρχου ἀναγραφόμενος ἐπʼ ἀμφόδου Νότου Δρόμου ἐπε κρίθη τῷ αὐτῷ πέμπτῳ ἔτει θεοῦ Οὐεσπασιανοῦ ἐν τάξει τῶν ὑπὸ ΚουρτίουΚαυντίου Παυλείνου ἐπικεκρι μένων ὑπὸ Σουτωρίου Σωσιβίου στρατηγήσαντος καὶ Νικάνδρου γενομένου βασιλικοῦ γραμματέως καὶ ὧν ἄλλων καθήκει, καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Νέρουαν Τραϊανὸν Σεβαστὸν Γερμανικὸν μὴ ἐψεῦσθαι, εἶναι δʼ ἐμοῦ καὶ τῆς Θερμουθίου φύσει υἱὸν τὸν Πλου τίωνα καὶ μὴ θέσει μηδὲ ὑπόβλη τον μηδʼ ἀλλοτρίαις ἀσφαλείαις ἢ ὁμωνυμίᾳ κεχρῆσθαι, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους α Αὐτοκράτορος Καίσαρος Νέρουα ΤραϊανοῦΤραϊανούς Σεβαστοῦ Γερμανικοῦ Παῦνι ιϛ. Ψάμμις Διονυσίου τοῦ καὶ Ἀμόιτος ἐπιδέδωκα καὶ ὀμώμοκαὀμώμεκα τὸν ὅρκον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.