no image
DDbDP-text
Letter via HGV-meta
Linked by Trismegistos ID
TM 31349.
Each record below describes this same ancient text from a different angle.
κυρίῳ μου υἱῷ Διονυσοθέωνι ὁ πατὴρ χαίρειν. εὐκαιρίαεὐκαιρη τις καὶ νῦν τοῦ ἀνερχομένου πρὸς ὑμᾶς. ἀναγκαῖόν μοι ἐγένετο προσαγορεῦσαι ὑμᾶς. πάνυ θαυμάζω, υἱέ μου, μέχρις σήμερον γράμ ματά σου οὐκ ἔλαβον τὰ δηλοῦντά μοι τὰ περὶ τῆς ὁλοκληρίας ὑμῶν. καὶ ἂνκἂν ὥς, δέσποτά μουμοι, ἀντί γραψόν μοι ἐν τάχει· πάνυ γὰρ θλίβομαιθλείβομαι διότι οὐκ ἐδεξάμην σου γράμματα. γενοῦ πρὸς τὸν ἀδελφὸν μου Θεόδωρον καὶ ποίησον αὐτὸν σκυλῆναι πρὸς Τιμόθεον καὶ μεταδοῦναιμεταδῶναι αὐτῷ τὸ ἑτοῖμον αὐτοῦ ποιῆσαι ἵναειναι εἰσβῇ προσεδρεῦσαι. ἤδη γὰρ οἱ τῶν ἄλλων πόλεων συνείδησιν εἰσήνεγκαν τοῖς κολλήγαις αὐτῶν, εἰσήλθαν. εἰσβαίνων οὖν μετὰ τῆς ἐσθῆτοςαἰσθῆτος γνώτω ὁ ἐρχόμενος ἵνα ἑτοῖ μος εἰσβῇ. μὴ οὖν θελήσουσιν ἀσυνειδήτως ἡμᾶς φέρεινφέριν πρὸς ἀλλήλους ὡς εἰδότας ὅτι τὸ αὐ τὸ ἡμᾶς πάντας καταλαμβάνει. ἐκελεύσθημεν γὰρ μετὰ τῶν χλαμύδων εἰσβῆναι, ὅθεν ὁ ἐρχόμενος ἑτοῖμος ἐλθέτωἐλθάτω ὡς προσεδρεῦσαι μέλλων. ἀσπάζομαι τὴν γλυκυτάτηνγλικυτάτην μου θυγατέρα ΜακαρίανΜακκαρίαν καὶ τὴν δεσποίνανδεσποίνην μου μητέραμητέραν ὑμῶν καὶ ὅλους τοὺς ἡμῶν κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε υἱέ. Ἐπεὶφ κβ. κυρίῳ μου υἱῷ Διονυσοθέωνι Ἰσχυρίων ταβουλάριος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.