no image
DDbDP-text
Letter via HGV-meta
Linked by Trismegistos ID
TM 33591.
Each record below describes this same ancient text from a different angle.
τῷ κυρίῳ μου πατρὶ Ἥρωνι Κοπρῆς χαίρειν· πρὸ πάντων εὔχομαι τῷ θεῷ ὑγιαίνοντίὑγιένοντί σοι καὶ εὐθυμοῦντι ἀποδοθῆναι τὰ παρʼ ἐμοῦ γράμματα. ὡς ἔπεμψέςἔπεμσές μοιμε τῇ εἰκάδι τοῦ Χοίακ ἧκαἷκα πρὸ πάν των τῆς ἀλλαγῆς. μὴ νόμιζε οὖν ὅτι ἐγὼ κατέχω τοὺς ἐργάτας, ἀλλʼ ὁ ἐπιμελητής ἐστιν ὁ αὐτοὺς κατέχων. ἀλλὰ σπούδασον οὖν καὶ σὺ πρὸ πάντων τὴν ἀλλαγὴν πέμψαιπέμσαι. εα ἐὰν δὲ μὴ πέμψῃςπέμσῃς τῇ ὡρισμένῃ ἡμέρᾳ τὴν ἀλλαγήν, καθώσπερ μοι συνετάξω, εὐθέως τῆς ἡμέρας τῆς ἀλλαγῆς καταλαβούσης ἀπαντήσω πρὸς σέ. ἀσπάζομαι πάντας τοὺς ἡμετέρους κατʼ ὄνομα. καὶ ἐὰν θέλῃς πέμψαιπέμσαι Ἀλῦπιν διὰ τὰ λιθάρια, πέμψονπέμσον· ηὕρηκαπυρηκα γὰρ αὐτὰ πρὸς δέκα καὶ ὀκτὼ τάλαντα ἕκαστον λιθάριν. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. κυρίῳ μου πατρὶ Ἥρωνι Κοπρῆς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.