no image
DDbDP-text
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστίνου πιστοῦ ἐν Χριστ ῷ ἡμέρου μεγίστου εὐεργέτου καὶ Αὐτοκράτορος Αὐγούστου ἔτους πέμπτου καὶ μετὰ τὴν δευτέραν ὑπατείαν τοῦ αὐτοῦ ἡμῶν βασιλέως ἔτους τετρακοσιοστοῦ ἑξηκοστοῦ πέμπτου χρόνων ἰνδικτίωνος τετάρτης μηνὸς ἐν κώμῃ Νεσσάνοις ὁρίου πόλεως Ἐλούσης. ὁ δεῖνα τοῦ δεῖνα τῷ καθωσιωμένῳ Φεσανῃ Αλαφαλλου Ἠλίου χαίρειν. ὁμολογῶ μετὰ κληρονόμων ἐμῶν καὶ διαδόχων ὑποδεδέχθαι καὶ ἔχειν καὶ ὀφείλεινὀφίλειν οὗσπερ ἐχρησάμην παρὰ σου τὸν ἀριθμὸν δύο παρὰ κεράτια δύο ἀποδιδόναι σοι τῷ καθωσιωμένῳ Φεσανῃ καὶ κληρονόμοις σοῖς καὶ διαδόχοις οειρωμενων αὐτῶν καθωσιωμένων ἀναμφιβόλως καὶ ἀνυπερθέτως καὶ δίχα πάσης ζητήσεως καὶ εὑρησιλογίας ὑποθέμενος εἰς τοῦτο πάντα μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα τὰ ἐν παντὶ εἴδει καὶ γένει καὶ ἐπερωτηθεὶς ὡμολόγησα κυρίους καὶ βεβαίους καθωσιωμένῳ Φεσανῃ Αλαφαλλου τοὺς μ καθὼς προγέγραπται καὶ ὑπεθέμην εἰς τοῦτο πάντα μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα τὰ ἐν παντὶ εἴδει καὶ γένει καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὁ δεῖνα τοῦ δεῖνα ἔγραψα ὑπὲρ αὐτοῦ ἀκούσας παρὰ αὐτοῦ. ἐπὶ ἐμοῦ ἐπέτρεψεν Σεργίῳ Ἀβρααμίου ὑπογράψαι ὑπὲρ αὐτοῦ καὶ ἀπέλυσενἀπέλοισεν ἐπὶ ἐμοῦ Φλαουίου Αλλ ὑπογράψαιὑπογράψε ὑπὲρ αὐτοῦ καὶ ἀπέλυσεν ἐπὶ ἐμοῦ λτον ‡1 Σέργιος Ἀβρααμίου ἔγραψαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.