no image
DDbDP-text
Mandate to register a manumission and gift via HGV-meta
Linked by Trismegistos ID
TM 23143.
Each record below describes this same ancient text from a different angle.
ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ἐκτὸς τῶν προαστείων. ὁμολογεῖ Πολυδεύκης ἐπικαλούμενος Μέρσις ἀπελεύθερος Πετεχῶντος καὶ Πετοσίριος ἀμϕοτέρων Πετεχῶντος νεκροτάϕος ἀπὸ τῆς Ἱβιτῶν πόλεως Αὐρηλίῳ Σα ραπίωνι τῷ καὶ Φιλοσαράπιδι ἀποσυνεστηκέναι αὐτὸν καταπλέοντα εἰς Ἀλεξάνδρειαν δημοσιῶσαι παρὰ τῷ ἀρχιδικαστῇ χειρόγραϕον ἀπελευθερώσεως γενο μένης αὐτῷ ἧς ἐστιν ἀντίγραϕον. Πετεχῶν καὶ Πετο σῖρις ἀμϕότεροι Πετεχῶντος Πολυδεύκῃ ἐπικαλου μένῳ Μέρσει νεκροτάϕῳ ἀπὸ τῆς Ἱβιτῶν πόλεως χαί ρειν. ὁμολογοῦμεν ἀπηλευθερωκέναι σε ὑπὸ Δία Γῆν Ἥλιον ἀπὸ τοῦ νῦν μέχρι παντὸς χάριν ἧς ἐνέ δειξας πρὸς ἡμᾶς πίστεως καὶ μὴ ἐξεῖναι ἡμῖνἡμεῖν ἐγκαλεῖνἐνκαλεῖν περὶ δουλίας ἀπὸ τοῦ νῦν μέχρι παντὸς μη μετελθεῖν σε περὶ δουλίας ἢ ὑπὲρ διὰ τὸ οὕτως ἡμῖνἡμεῖν δεδόχθαι, καὶ δεδωκέναι σοι μέρος τρίτον οἰκίας γεί τονες νότου ὁδὸς μ ἀπελευθερώσει β διὰ τὸ οὕτως ἡμῖνἡμεῖν δεδόχθαι. ἡ δὲ ἀπελευθέρωσις αὕτη δισσὴ ἐγράϕη. κυρία ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κα τακεχωρισμένη καὶ ἐπερωτηθέντες ὡμολο γήσαμεν. ἔγραψα ὑπὲρ αὐτῶν Αὐρήλιος Πετεχῶν καὶ Πετοσῖρις ἀμϕότεροι Πετεχῶντος οἱ προκεί μενοι τεθείμεθα τὴν προκειμένην ἀπελευ θέρωσιν ἐϕ’ αἷς περιέχει πάσαις διαστολαῖς. ἔγραψα ὑπὲρ αὐτῶν Αὐρήλιος Σαραπίων ὁ καὶ Φιλοσάραπις ἐρωτηθείς. Αὐρήλιος Εἰρηνίων ο μαρτυρῶ. Αὐρήλιος Ψεννῆσις Ψάιτος μαρτυρῶ. ὅπερ χει ρόγραϕον μοναχὸν αὐτῷ ἀναδεδωκέναι πρὸς δημοσί ωσιν συστατικῷ Ἱέραξ Διονυσίδου Ψεναμοῦνις ὁ καὶ Αὐρήλιος Εἰρηνίων Αὐρήλιος Μαριανὸς Παάπιος. Αὐρήλιος Βασιλείδης ὁ καὶ Σαραπόδω ρος χρηματιστὴς κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.