no image
DDbDP-text
Αὐρηλίᾳ Σενοσίρει μετὰ κυρίου Ψεναμούνιος Ἀπολλωνίου πα τρὸς νεκροταφίσσᾳ ἀπὸ τῆς αὐτῆς χαί ρειν. ὁμολογῶ μὴ μετελεύσεσ θαι μηδὲ ἐγκαλεῖνἐνκαλεῖν σοι περὶ τῶν πρα τῶν ὑπὸ τοῦ ἀπογεγονότος πατρός μου Ὀφελλίου Ψάιτος ἡμερῶν δέ κα ἀπὸ κυνηγικοῦ τόπου ἐν τόποις Ψενκημε κοινοῦ ὄντος τοῦ ὅλου κυ νηγικοῦ τόπου πρὸς Αὐρήλιον Πλου τογένην μητρὸς Αὐρηλίας Θεοδώ ρας πρὸς τὰς λοιπὰς ἡμέρας, γεί τονες νότου ὕδρευμα Παά πιος τοῦ Φιλοσαράπιδος, βορρᾶ ἕτε ρος κυνηγικὸς τόπος, ἀλλὰ παραλεῖψαί σοι τὰς προκειμένας ἡμέρας δέκα βεβαί ας ἀπὸ παντὸς καὶ μηδένα λόγον ἔ χειν πρὸς σὲ περὶ τούτου διὰ τὸ τὸν πατέρα μου ἀπεσχηκέναι τὴν τιμὴν πλήρη. τὸ γράμμα τοῦτο δισ σὸν ἐγράφη ὑπὲρ τοῦ προκειμένουπροκιμένου Αὐρηλίου Ψάιτος. κύριον ἔστω καὶ ὡς ἐν δημοσίῳ κατακεχωρισμένονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.