no image
DDbDP-text
Zession via HGV-meta
Linked by Trismegistos ID
TM 15318.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος καὶ μεγίστου εὐεργέτου ἔτους τετάρτου καὶ ὑπατείας τοῦ αὐτοῦ δεσπότου ἡμῶν ἔτους δευτέρου Μεχεὶρ γ τῆς τετάρτης ἰνδικτίονος ἐν Συήνῃ . Αὐρηλία Ταπία θυγάτηρ Τσίου μητρὸς Μαριὰμ χηρεύουσαχηρέουσα ὁρμωμένη ἀπὸ Συήνης Φλαυίῳ Πατερμουθίῳ υἱῷ Μηνᾶ στρατιώτῃ ἀριθμοῦ Ἐλεφαντίνης ναύτῃ τῷ ἐπιτηδεύματι χαίρειν. παρακλήσεις προσήγαγόν σοι ὥστε σε χειρογράψαι ἐπʼ ὀνό ματος σοῦ παρὰ Εὐσεβίου υἱοῦ Παρουχίου εἰς χρυσοῦ νομισ μάτια δύο τρίτον ὑπὲρ ἐμοῦἐμε, καὶ εἴξας τῇ ἐμῇ δεήσει τοῦτο πεποίηκας. κατὰ τοῦτο ὁμολογῶ ἀποτάττεσθαί σοι καὶ ἀποτε τάχθαι σοι τὸ τρίτον μέρος μου ἀπὸ τῶν γραμματείων τῶν καὶ χρεωσ τουμένων ἡμῖν ἐν τοῖς κάτω μέρεσιμέρεσσει παρὰ τῶν Μαχβάρ, ὥστε σε ἕξειν καὶ ἔχειν τὸ ὑπάρχον μοι τρίτον μέρος ἀπὸ τῶν αὐτῶν ἀσφαλειῶν καὶ δοῦναι καὶ λαβεῖν ὑπὲρ ἐμοῦ, καὶ εἰς σὴν ἀσφάλειαν ἐθέμην τὴν παροῦσαν ἀσφάλειαν, ἥτις κυρία ἔσται καὶ βεβαία καὶ ἀρραγὴςἀρραγη καὶ ἀσάλευτοςἀσαλευτον ἁπανταχοῦ προφερομένηπροφερομενην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος, καὶ ἐπερωτηθεῖσα κατὰ πρόσωπον ὡμολόγησα καὶ ἀπέλυσα . Αὐρηλία Ταπία θυγάτηρ Τσίου ἡ προκειμένη ἐθέμην τὸ ἀσφαλὲς τῶν δύο τρίτον νομισματίων καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. Φλαύιος Πααείων Ἰακώβου στρατιώτης ἀριθμοῦ Συήνης αἰτηθεὶς ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίηςεἰδηείης. Φλαύιος Ἰωάννης Δίου ἀπὸ ἀκτουαρίωνἀπὸ ἀκταρίωνβικαριανῶν ἀριθμοῦ Συήνης μαρτυρῶμαρτυρ . Φλαύιος Παῦλος Παὰμ στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Κολοῦθος Βίκτορος στρατιώτης ἀριθμοῦ ΣυήνηςΣηύνης μαρτυρῶ. διʼ ἐμοῦ Μάρκου Ἄπα Δίου ἐγράφη. ἀσφάλεια γεναμένη παρὰ Ταπίας θυγατρὸς Τσίου πρὸς Πατερμοῦθιν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.