no image
DDbDP-text
Surrender of house property via HGV-meta
Linked by Trismegistos ID
TM 19745.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυΐου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος καὶ μεγίστου εὐεργέτου ἔτους τετάρτου Μεσορὴ κθ τῆς τετάρτης ἰνδικτίονος ἐν Συήνῃ Φλαύϊος Ἰωάννης ἐκ πατρὸς Ἰακώβου στρατιώτης ἀριθμοῦ Συήνης ὁρμώμενος ἀπὸ τῆς αὐτῆς ναύτης τὸ ἐπιτήδευμα ὁ καὶ ἑξῆς ὑπογραφέα παρέχων τὸν ὑπὲρ αὐτοῦαὐτον ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς προσμαρτυροῦντας τῇδε τῇ βεβαίᾳ ὁμολογίᾳ Φλαυΐῳ Πατερμουθίῳ υἱῷ Μηνᾶ στρατιώτῃ ἀριθμοῦ Ἐλεφαντίνης ὁρμωμένῳ δὲ ἐν Συήνῃ καὶ τῇ τούτου συμβίῳ Αὐρηλίᾳ Τκακὼ ἰδίᾳ μου ὁμογνησίᾳ ἀδελφῇ χαίρειν. ἐπειδὴ πρὸ ὀλίγων ἡμερῶν τέλει τοῦ βίου ἐχρήσατο ὁ ἐμὸς πατὴρι Ἰακὼβ καὶ τὸ μέρος οἰκίας τῆς μητρὸς αὐτοῦ Τλοῦ ἀνέδραμεν εἰς ἡμᾶς ὥστε τραφῆναι αὐτὴν ἄχρι τῆς αὐτῆς τελευτῆς ἅμα τῶν ἐξ αὐτῆς γεννηθέντων υἱῶν ὑπὲρ ὀνόματος τοῦ ἀναπαυσαμένου ἡμῶν πατρὸς Ἰακώβου, ἐν δὲ τῷ παρόντι καιρῷ ὑπομνησθεὶς παρʼ αὐτῆς ὑπὲρ τοῦ μέρους μου ἀναλώματος τε καὶ δαπανήματος καὶ τροφῆς οὐκ ἐδυνήθην τοῦτο ἀπολογεῖσθαι διὰ τὴν συνεχομένην μοι ἀσθένειαν παρακλήσεις πολλὰς προσενήνοχαοσενηνοχα ὑμῖν δέξασθαι παρʼ ἐμοῦἐμοι τὸ λαχόν μοι μέρος οἰκίας αὐτῆς καὶ χρείαςχρεια αὐτῆς, χορηγηθησομένηςχωρηγηθεντος, παρʼ ὑμῶν πάσης τῆς καθημερινῆς τροφῆς. ἐζητήσατε οὖν λαβεῖν ἀσφάλειαν ὑπὲρ ἐμοῦ περὶ τούτου. κατὰ τοῦτο ἥκω εἰς ταύτην τὴν ἔγγραφον ὁμολογίανασφαλειαν διʼ ἧς ὁμολογῶ ἀποτετάχθαι ὑμῖν τὸ μέρος αὐτῆς οἰκίας καὶ οἰκοσκεύῃοἰκοσκευοις συλήσεισυλήσι ἀντὶ τοῦ προειρημένου ἀναλώματος καὶ δαπανήματος αὐτῆς καὶ μηκέτι μηδένα λόγον ἔχω πρὸς ὑμᾶς περὶ τούτου διὰ τὸ ἐμὲ οὕτω δεδόχθαι καὶ κατὰ παράκλησιν ἐμὴν συνετάξατε τοῦτο ποιῆσαι καὶ μὴ ἐγκαλεῖν ὑμῖν μήτε ἐγκαλέσειν μήδʼ ἕτερόν τινα τῶν ἐξ ἐμοῦ ὀνόματος ἐν τῷ νῦν καὶ ἐν μηδένι καιρῷ κατὰ μηδένα τρόπον ἀφορμὴν ἢ μέθοδον ἢ εὐρησιλογίανεὐρεσιλογίαν· εἰ δὲ βουληθείην ἐγκαλεῖν ὑμῖν ἕνεκεν τούτου ἐφʼ ᾧ ἐμὲ διδόναι λόγῳ καταδίκης χρυσοῦ οὐγκίανὀγγίαν μίαν ἔργῳ καὶ δυνάμει ἀπαιτουμένηνἀπαιτουμενα ἐκ τῆς ἐμῆς ὑποστάσεως καὶ εἰς ὑμῶν ἀσφάλειαν ἐθέμην τὴν παροῦσαν ὁμολογίαν τῆς παραχωρήσεως κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἔννομον ἁπανταχοῦ προφερομένην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς κατὰ πρόσωπον ὡμολόγησα καὶ ἀπέλυσα. Ἰωάννης Ἰακώβου ὁ προκείμενος ἐθέμην ταύτηντούτην τὴν ὁμολογίαν ἤτοι ἀποταγὴν καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. Φλαύιος Μηνᾶς Ἀβρααμίου στρατιώτης Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦαυτης γράμματα μὴ εἰδότος. Φλαύιος Ἄπα Δῖος Ἰωάννουιωαννης Συήνης μαρτυρῶ. Φλαύιος Κόλουθος ΒίκτοροςΒίκτωρ στρατιώτης Συή νης μαρτυρῶ. Φλαύιος Μουσαῖος Βίκτορος στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. διʼ ἐμοῦ Μάρκου Ἄπα Δίου ἐγράφη. ὁμολογία γεναμένη Ἰωάννου Ἰακώβου ναύτου ἀπὸ Συήνης πρὸς Πατερμούθιον καὶ Τκακὼ σύμβιον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.