no image
DDbDP-text
Ricevuta di pagamento via HGV-meta
Linked by Trismegistos ID
TM 12359.
Each record below describes this same ancient text from a different angle.
Ἰσίδωρος μισθωτὴς οἴκου νεωκόρων θεοῦ μεγάλου Σαράπιδος Πτολλαρίωνι γεγυμνασιαρχηκότι χαίρειν. ἔσχον παρὰ σοῦ ἀφʼ ὧν ἔχεις ἐκφορίων τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ὧν ἔχεις ἀρουρῶν περὶ κώμην Τεβτῦνιν καὶ τὸ Ἡρακλείδου ἐποίκιον ἐπὶ λόγου τοῦ προκειμένου οἴκου πυροῦ ἀρτάβας ἑξήκοντα· γίνονται πυροῦ ἀρτάβαι ξ. ἔτους ιδ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Μεσορὴ ιδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.