no image
DDbDP-text
Payment of Rent via HGV-meta
Linked by Trismegistos ID
TM 20965.
Each record below describes this same ancient text from a different angle.
Ἰσιδώρα ἡ καὶ Ταμύσθα διὰ τοῦ υἱοῦ Ἀπολλωνίου Σοκιννᾶπι γεωργῶι χαίρειν. ἔσχον παρά σου ἀφʼ οὗ ὀφείλεις μοι ἐκφορίου ἐπὶ λόγου ἀρτάβας ὀκτώ γίνονται πυροῦ ἀρτάβαι η, μὴ ἐλαττουμένης μου τοῦ λόγου περὶ ὧν ἔχω πρός σε. ἐπενεγκεῖς δὲ ὅσας ἔχεις ἀποχάς μου. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου λ. ἔσχον καὶ τῷ ιθ ἔτει ὑπὲρ οὗ γεωργεῖς μου κλήρου ἐπὶ λόγου ἀρτάβας ὀκτὼ σῖτον γενήματος τοῦ διεληλυθότος ὀκτωκαιδεκάτουὀκτωκαιδεκα ἔτους, μὴ ἐλαττουμένης μου περὶ ὧν λοιπῶν ὀφείλεις μοι. ἔτους ιθ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Παῦνι κϛ. καὶ φακοῦ μέτρα τρία .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.