no image
DDbDP-text
Rimborso di un mutuo via HGV-meta
Linked by Trismegistos ID
TM 11898.
Each record below describes this same ancient text from a different angle.
μηνὸς Νέου Σεβαστοῦ ϛ ἔτους τρίτου Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ μηνὸς Νέου Σεβαστοῦ ἕκτῃ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἄρειος Διδύμου ὡς ἐτῶν τριάκοντα τριῶν οὐλὴοὐληι πήχει δεξιῶι Ταφαυνῆι Ἁρθώτου ὡς ἐτῶν τριάκοντα ὀκτὼὀκτὼι οὐλὴοὐληι ὑπὸ κρό ταφον δεξιὸν μετὰ κυρίου τοῦ υἱοῦ Αὐνείους τοῦ Ἁρθώτου ὡς ἐτῶν εἴκοσι δύο οὐλὴοὐληι ὑπὲρ ὀφρὺν ἀριστεράν, ἀπέχειν παρʼ αὐ τῆς ἀργυρίου δραχμὰς ὀγδοήκοντα ἃς ὤφειλεν ἥ τε Ταφαυνῆς σὺν τῶι ἑαυτῆςἑατῆς ἀδελφῶι Ἁρπατοθοῆι, ὃς τετελεύ τηκεν, τῶι τοῦτῷ ἐμοῦ Ἀρείου πατρὶπατρεὶ Διδύμῳ ΕὐημέρουΕὐηνείου, ὃς ὁμοίως τετελεύτηκεν, κατὰ συνγραφὰς δύο , μίαν μὲν παραμονῆς δραχμῶν ἑξήκοντα , τὴν δʼ ἑτέραν δανείου πα δραχμῶν εἴκοσι , ἀμφοτέρας δὲ τελειωθείσας διὰ τοῦ αὐτοῦ γραφείουγραφίου ἐν τοῖς ἔνπροσθεν χρόνοις, ἃς καὶ ἀνα δέδωκεν ὁ Ἄρειος τῆι Ταφαυνῆι εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ μὴ ἐγκαλέσεινἐγκαλέσιν μηδʼ ἐπελεύσεσθαιἐπελεύσασθαι μήτε αὐτὸν Ἄρειον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ μη Ταφαυνῆν μηδʼ ἐκ τῆς παραμονῆς μήτε περὶ ὧν ἀπέσχηκεν καθὼς πρόκειται μηδὲ περὶ ἑτέρου ἄλλου πράγματος ἐγγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπωι μηδενί· ἐὰν δὲ ἐπέλθῃ ἢ ἐγκαλέσηι, ἡ ἔφοδος ἄκυρος ἔστωἔστωι. ὑπογραφεὺς τοῦ Ἀρείου Μυσθαρίων ὡς ἐτῶν εἴκοσι οὐλὴοὐληι μετώπωι μέσωι. Ἄρειος Διδύμου ὁμολογῶὁμολογῶι ἀπέχεινἀπέχιν παρὰ Ταφαυνήους τῆς Ἁρθώτου τὰς τοῦ ἀργυρίου δραχμὰς ὀγδοήκον τα καὶ μηδὲν αὐτῆι ἐνκαλεῖνἐνκαλῖν μή τε περὶ τούτων μήτε περὶπερ ἐνγράπτου καὶ ἀγράπτου ἀπὸ τῶντοῶν ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Μυσθαρίων διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ταφαυνῆς Ἁρθώτου μετὰ κυρίου τοῦ υἱοῦ μου Αὐνῆς Ἁρθώτου γέγονε εἴς με ἡ ἀποχή. ἔγραψεν ὑπὲρ αὐτῶν Ὡρίων Ἀλκίμου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. ἔτους γ Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ μηνὸς Νέου Σεβαστοῦ ϛSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.