no image
DDbDP-text
Lease of pasture from Phoibammon, Triadelphos’ son, and Victor, Kollouthos’ son via HGV-meta
Linked by Trismegistos ID
TM 21424.
Each record below describes this same ancient text from a different angle.
χμγ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτο κράτορος ἔτους ἑβδόμου, Φαμενὼθ εἰκὰς δευτέρᾳ, πέμπτης ἰνδικτίονος. Αὐρήλιοι Ἀνοῦφις Παλῶτος μητρὸς Μαρίας καὶ Πακουὶς Ἰερημίου μητρὸς Θαησίας ποιμένες ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, Αὐρηλίοις Φοιβάμμωνι υἱῷ Τριαδέλφου τῷ θαμασιωτάτῳ καὶ Βίκτορι υἱῷ Κολλούθου συντελεσταῖς ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης· ὁμολογοῦμεν ἑκόντες καὶ πεπεισμένοι μεμισθῶσθαι παρʼ ὑμῶν πρὸς ἐνιαυσίαιον χρόνον καρπῶν σὺν Θεῷ ἕκτης ἰνδικτίονος τὸ ὑπάρχον ὑμῖν βόσκημα τοῦ ὁλοκλήρου ὑμῶν κτήματος διακειμένου ἐν τῇ ἀπηλιωτικῇ πεδιάδι τῆς αὐτῆς κώμης καλουμένου Κρατίστου δεκανείᾳ Φοιβάμμωνος Ψακάης μετὰ παντὸς αὐτοῦ τοῦ δικάιου πρὸς τὰ παλαιὰ ὅρια κυκλόθενκυκλώθεν, ἐφʼ ᾧ ἡμᾶς τοῦτο ἔχειν ὑφʼ ἡμᾶς εἰς βοσκὴν καὶ εἰς κατανομὴν τῶν ἡμῶν θρεμμάτων· καὶ ἑτοίμως ἔχομεν ποιησον νύκτας εἴκοσι πέντε διὰ τῶν ἡμῶν προβάτων ἀντὶ τοῦ μισθοῦ τοῦ αὐτοῦ βοσκήματος ἀναμφιλόγως. ἡ μίσθωσις κυρία ἔσται καὶ βεβαία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιοιὡμολόγησα. Αὐρήλιοι ἈνοῦφιςἈνοφις Παλῶτος καὶ Πακουὶς Ἰερημίου οἱ προκειμένοι μεμισθώμεθα ὡς προείρηται. Αὐρήλιος Ὡρουώγκις Μηνᾶ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Αὐρήλιοςεἰδότων. Αὐρήλιος Χριστόδωρος Ποννῖτος μαρτυρῶ τῇ μισθώσειμεισθωσις ἀκούσας παρὰ τῶν θεμένων. διʼ ἐμοῦθεμένων. διʼ ἐμοῦ Κύρου νομικοῦ ἐγράφηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.