no image
DDbDP-text
Two documents on the same roll (A) I.O.U. and mortgage, (B) Lease, together forming part of a marriage settlement via HGV-meta
Linked by Trismegistos ID
TM 21417.
Each record below describes this same ancient text from a different angle.
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου αὐτοκράτορος ἔτους δευτέρου Τῦβι τετάρτῃ, πεντεκαιδεκάτης ἰνδικτίονος Αὐρήλιος Ἰακὼβ Φοιβάμμωνος Οὐετρανίου ἐκ μητρὸς Θέκλας καὶ ἡ τούτου γαμετὴ Εἰρήνη Βησαρίονος ἐκ μητρὸς Ταλοῦτος συντελεσταὶ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίᾳ Ῥαχὴλ θυγατρὶ Φοιβάμμωνος τῇ εὐγενεστάτῃ σὺν Θεῷ γαμετῇ τοῦ ποθεινοτάτου ἡμῶν υἱοῦ Βησαρίονος ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης χαίρειν. ὁμολογοῦμεν ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρά σου, πρὸς ὃν βούλει χρόνον λογιζόμενον ἀπὸ καρπῶν σὺν Θεῷ εἰσιούσης πρώτης ἰνδικτίονος, τὰς ὑποτεθείσας σοι παρʼ ἡμῶν νῦν δέκα ἀρούρας σὺν μέρει τῶν ὑδρευμάτων πηγαίων τε καὶ ἀναβατικῶν καὶ μονῶν καὶ δικαίων πάντων ὅπου θέλεις, ὥστε ἐξεῖναί σοι ταύτας λαβεῖν ἀπὸ τοῦ σὺν Θεῷ κληρωθέντος μέρους τῶν ἐν ἀγρῷ πραγμάτων παρὰ τοὺ εἰρημένου ἡμῶν υἱοῦ Βησαρίονος καὶ τῶν ἐνόντων ἐκεῖσε φοινίκων καὶ φυτῶν μετὰ τῆς αὐτῶν συντελείας πρὸς ἀναλογίαν ἀκολούθως τῇ γενομένῃ σοι παρʼ ἡμῶν ὑποθηκιμαίᾳὑποθηκιμιαίᾳ συγγραφῇ τῇ καὶ βεβαίᾳ μενούσῃμενούσᾳ πανταχοῦ προφερομένῃ πρὸς τὴν δύναμιν αὐτῆς ἐφʼ ᾧ ἡμᾶς ταύτας ἔχειν ὑφʼ ἡμᾶς εἰς γεωργίαν καὶ εἰς κατάθεσιν ὧν ἐὰν βουλώμεθαβουλόμεθα γενημάτων, καὶ ἀντὶ τῶν τούτων παντοίων ἐδφορίων ὥστε ἡμᾶς πληρῶσαι τὴν παντοίαν αὐτῶν δημοσίαν συντελείαν καθʼ ἕκαστον ἔτος· ἡ μισθωτικὴ ὁμολογία κυρία ἔσται καὶ βεβαία· καὶ ἐφʼ ἅπαντα ἐπερωτηθεὶς ὡμολόγησα· μεθʼ ὑπογραφῆς ἐμῆς Ἰακυβίου καὶ ὑπὲρ Εἰρήνης συμβίου αὐτοῦ. Αὐρήλιος Ἰακὼβ Φοιβάμμωνος ὁ προκείμενος μεμίσθωμαι ὡς π πρόκειται. Αὐρηλία Εἰρήνη Βησαρίον ἡ προκειμένη μεμίσθωμαι ὡς πρόκειται. Διόσκορος Ἰωσηφίου πρεσβύτερος ἀξιωθεὶςἀξιωθὶς ἔγραψα ὑπὲρ αὐτῆς γραμ μὴ εἰδυίαςἰτίας. Αὐρήλιος Βησαρίον υἱὸς τῶν προκειμένων Ἰακυβίου καὶ Εἰρήνης ὁ προκείμενος μεμίσθω μαι ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.