no image
DDbDP-text
Petition to a Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 12019.
Each record below describes this same ancient text from a different angle.
Τιβερίωι Κλαυδίωι Ἀνδροτίμωι στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Ἀμμωνίου τοῦ Εἰρηναίου τῶν ἀπὸ Καρανίδος δημοσίων γεωργῶν. νυκτὶ τῇ φερούσῃ εἰς τὴν δ τοῦ Μεχεὶρ τοῦ ἐνεστῶτος ιβ ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἐπιβαλόντες τινὲς λῃστρικῷ τρόπωι ἐφʼ ἃ ἔχωι ἐν πεδίωι Κερκεσούχων ἐν κλήρωι Ἁρπαήσιος τοῦ Ἡρακλήου χλωροφα γοῦντα βοικὰ κτήνηι ἀπήλα σάν μου μόσχον τέλειον πυρρόχρουν. διὸ ἀξιῶ γραφῆναι τῷ τῆς Καρανίδος ἡγουμένῳ ἀναζητῆ σαι σὺν ἐμοί. εὐτύχει Ἀμμώνιος Εἰρηναίου ἐπιδέδωκα τὸ προκείμενον ὑπόμνημα. ἔτους ιβ Νέρωνος Κλαυδίου ΚαίσαροςΚλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ΜεχεὶρSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.