no image
DDbDP-text
Census Declaration via HGV-meta
Linked by Trismegistos ID
TM 12174.
Each record below describes this same ancient text from a different angle.
Ἀμμωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Ἁρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ κωμογραμματεῖ κώμης Καρανίδος καὶ λαογράφοις τῆς αὐτῆς κώμης παρὰ Σαραπίωνος Ἐσούρεως ἀπὸ κώμης Καρανίδος. ὑπάρχει τοῖς φροντιζομένοις ὑπʼ ἐμοῦ Τασου χαρίῳ ἀπάτορι μητρὸς Σαραπιάδος ἈντινοίδιἈντινοείδι μητρὶ τῶν ὑπογεγραμμένων ἐν τῇ κώμῃ οἰκία καὶ αὐλὴ καὶ τρίτον μέρος ἑτέρας οἰκίας καὶ Γαίᾳ Ἀπολιναρίᾳ καὶ Γεμέλλῳ Ὡρίωνι υἱοῖς Ἀντινοεῦσι κοινῶς ἐξ ἴσου οἰκία καὶ αὐλαὶ β πρότερον Οὐαλερίας Διοδώρας καὶ τρίτον μέρος οἰκιῶν β καὶ αὐλῶν β καὶ ἐν ἄλλῳ τόπῳ ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς καὶ ἄλλης αὐλῆς καὶ ἐν ἄλλῳ τόπῳ οἰκία καὶ αὐλὴ καὶ πρότερον Γαίου Λογγίνου Ἀπολιναρίου οὐετρανοῦ αὐλαὶ β καὶ πρότερον Πτολεμαίδος οἰκία καὶ αὐλὴ καὶ ἐν ἄλλῳ τόπῳ τρίτον μέρος οἰκίας καὶ αὐλῆς, ἅπερ ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους κατʼ οἰκίαν ἀπογραφήν. διὸ ἐπιδίδωμιἐπιδίδωμει. Πτολεμαῖος ἔσχον τούτου τὰ ἴσα εἰς ἐξέτασιν. Ἰσιδωρος συνέσχον. Σουχάμμων συνέσχον. Πτολεμαῖος συνέσχον. ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ ιϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.