no image
DDbDP-text
Liste de remplacement pour une liturgie via HGV-meta
Linked by Trismegistos ID
TM 11231.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλωτᾷ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Σωτηρίχου Σώτου καὶ τῶν λοιπῶν πρεσβυτέρων διαδεχομένων καὶ τὰ κατὰ τὴν κωμογραμματείαν κώμης Σοκνοπαίου Νήσου. ἀντὶ Τρύφωνος Σεμπρωνίου καὶ Παουῆτις Πεκᾶτος καὶ Πνεφερῶτος Σώτου καὶ Ἁρπαήσεως Ἁρπαγάθου τῶν δ ἐν κλήρῳ πρακτορίας ἀργυρικῶν τῆς προκειμένης κώμης μὴ φαινομένων, δίδομεν τοῦς ὑπογεγραμμένους, ὄντας εὐπό ρους καὶ ἐπιτηδείους, πεμφθησομένους εἰς κλῆρον τῷ κρατίστῳ ἐπιστρατήγῳ. εἰσὶ δέ· Σάτυρος Ἀσκληπιάδου ἔχων πόρον δραχμῶν ω Σώτας Σώτου ἐπικαλούμενος Ἀσίαρξ ὁμοίως δραχμῶν ω Παβοῦς Παβοῦτος ὁμοίως δραχμῶν ψ Στοτοῆτις Σώτου λαξὸς ὁμοίως δραχμῶν ψ Σωτήριχος ἐτῶν ν οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν ἔτους κϛ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Ἐπεὶφ κϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.