no image
DDbDP-text
Contract of Loan and Lease via HGV-meta
Linked by Trismegistos ID
TM 11991.
Each record below describes this same ancient text from a different angle.
ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου τετάρτῃ καὶ εἰκάδι, Μεσορὴ κδ, ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἑρμᾶς Πτολεμαίου τοῦ Ἀμμωνίου ὡς ἐτῶν ὀγδοήκοντα οὐλὴ Ταπεκύσι Ὥρου τοῦ Κατοίτου ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ χείλει ἄνω ἐξ ἀριστερῶν μετὰ κυρίου τοῦ ἀνδρὸς Ὥρου τοῦ Ὥρου ὡς ἐτῶν πεντήκοντα οὐλὴ ὀφρύιὀφρύει ἀριστερᾷ ἀπέχειν παρʼ αὐτῆς τὸν ὁμολογοῦντα ἀργυρίου ἐπισήμου Σεβαστῶν νομίσματος κεφαλαίου δραχμὰς τριακοσίας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ ἀντὶ τῶν τούτων τόκων συνκεχωρηκέναι τὸν ὁμολογ οῦντα αὐτῇ ἐνοικεῖνἐνοικῖν αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς καὶ οὓς ἐὰν βούληται ἐφʼ ὃν χρόνον ὀφείλει ὁ ὁμολογῶν τὸ προκίμενον ἀργύριον ἐν τῷ ὑπάρχοντι αὐτῶι τῷ ὁμολογοῦντι ἐν τῇ προγεγραμμένῃ κώμῃ τόπων οἰκο πέδῳ οὗ γείτονες καθὼς ἐκ συμφώνουἐξυμφώνου ὑπηγόρευσαν, νότου Κατοίτου τοῦ Μεγχείους καὶ μετόχων οἰ κόπεδα καὶ ἐπί τι μέρος κοινῆς εἰσόδου καὶ ἐξόδου, βορρᾶ ῥύμη βασιλική, λιβὸς τοῦ προγεγραμμένου Κατο ίτου καὶ μετόχων οἰκόπεδα, ἀπηλιώτουἀπηλειώτου Ὥρου τοῦ Κατοίτου Βελλείους καὶ τῶν ἀδελφῶν αὐλή, καὶ βεβ αιοῦν τὸν ὁμολογοῦντα καὶ τοὺς παρʼ αὐτοῦ τῇ Ταπεκύσι καὶ τοῖς παρʼ αὐτῆς τὰ κατὰ τὴν ἐνοίκησιν ταύτην πάσῃ βεβαιώσειβεβαιώσι καὶ παρεχέσθωπαρεχέσθωι ὁ ὁμολογῶν μηδένα κωλύοντακολύοντα Ταπεκῦσιν μηδὲ τοὺς παρʼ αὐτῆς ἐνοικοῦντας καὶ ἑτέρους ἐνοικίζοντας καὶ τὰ ἐνοίκια ἀποφερομένους καὶ χρωμένους τοῖς αὐτῶν χρηστηρίοις πᾶσι ἀκωλύτως. ἐὰν δὲ φανῇ ἡ Ταπεκῦσις ἀνηλωκυῖαἀνηλωκυεῖα δαπάνην ἐπισκευῆς τοῦ ἐνοικίσματος, ὁ ὁμολογῶν Ἑρμᾶς ἀποδοῦναι τὸ προκίμενον ἀργύριον ἀποδότωἀποδότωι σὺν καὶ τῶι προκιμένωι ἀργυρίῳ τῆς πίστεως περὶ αὐτὴν τὴν Ταπεκῦσιν οὔσης. ὑπογραφεὺς τῆς Ταπεκύσιος καὶ τοῦ αὐτῆς κυρίου Ἀμμώνιος Διοσκύρου ὡς ἐτῶν με οὐλὴ μετώπῳμετόπωι ἐκἐγ δεξιῶν ὑπὸ τρίχα. Ἑρμᾶς Πτολεμαίου ὁμολογῶὁμολογο ἔχεινἔχιν παρὰ τῆς ΤαπεκύσιοςΤαπεκυσις τοῦ Ὥρου ἀργυρίου δραχμὰς τριακοσίας διὰ χειρὸςχιρὸς καὶ ἀντὶ τῶν τόκων συνχωρήσω αὐτῇ ἐνοικεῖν ἐν τῷ τόπωντοποων προκιμένῳ οἰκοπέδῳοἰκωπέδῳ ἐφʼ ὃν χρόνον ὀφείλωὀφίλω καὶ αὐ τὴναὐαυτὴν καὶ ιν το καὶ βεβαιώσωβεβαιόσω πάσῃπάσι βεβαιώσειβαιωση καὶ παρέξομαιπαρέξωμαι καθαρὰν ἀπὸ ς ἐὰν δὲ φανῇ δαπανήσασα ἀποδώσω καθὼς πρόκιται. Ταπεκῦσις Ὥρου μετὰ κυρίου τοῦιοῦ ἀνδρὸς Ὥρου γέγονεγεγον εἴς με ἡ ὁμολογία κα θὼς πρόκιται. ἈμμόνιοςἈμμονις Διοσκόρου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. ἐντέτακται διὰ τοῦ ἐν Βακχιάδι γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.