no image
DDbDP-text
Receipt for the Price of Wine via HGV-meta
Linked by Trismegistos ID
TM 21398.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Μεσορὴ κ ἰνδικτίονος θ, ἀρχῇ σὺν θεῷ δεκάτης ἰνδικτίονος. ἐγὼ Σενούθης υἱὸς Μηνᾶ ἀπὸ χωρίου Ματάειτος βορρινοῦ τοῦ Ὀξυρυγχίτου νομοῦ σοι Σενουθίῳ προσθυρεῖ υἱῷ τοῦ μακαρίου Στεφάνου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐντεῦθεν ἤδη ἐκ τῶν νομισματίων δύο ἥμισυ ἐπάνω οἴνου νομισμάτιον ἥμισυ καὶ ἐν τῇ τρύγῃ νομισματίου δίμοιρον καὶ μο νομισμάτιον α γ ἐκ τοῦ καταμέρους γίνεται χρυσοῦ νομισμάτια β 𐅵 ἀρίθμια. καὶ ταῦτα ὁμολογῶ παρασχεῖν σοι ἐν οἴνῳ εὐαρέστῳ κατὰ ἕκαστον πεντήκοντα ἐπὶ τῆς παρούσης ἐνάτης ἰνδικτίονος, ῥύσεως δεκάτης ἰνδικτίονος ἐνεχόμενος εἰς τὴν καλλονὴν τοῦ οἴνου μέχρι ὅλου τοῦ Τῦβι μηνὸς σοῦ παρέχοντος γίνεται γραμμάτιον Σενυθίου vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.