no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 12283.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Καῆτις Νείλου μητρὸς Θαϊσᾶτος ἀπὸ κώμης Θεαδελφίας τῆς Θεμίστου μερίδος ὁμολογεῖ ἔχεινἔχιν παρὰ Αὐρηλίου Ἱέρωνος ἀπελευθέ ρουἀπολευθέρου Αὐρηλίου Ποσιδωνίου γενομένου ὑπομνηματογράφου τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ ὡς χρηματίζει διὰ χειρὸς ἀργυρίου κεφαλαίου δραχμὰς ἑκατὸν πεντήκοντα δύο χρῆσιν ἐπὶ ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ ὄντος μηνὸς Φαῶφι καὶ ἐπάναγκον τὸν Αὐρήλιον Καῆτιν ἀποδώσειν τῷ Αὐρηλίῳ Ἱέρωνι τὸν προκείμενον κεφάλαιον ἄτοκονἀτοκους ἐν μηνὶ Θὼθ τοῦ ἑξῆς ἔτους ἀνυπερθέτως καὶ ἐπὶ τῆς ἀπαιτήσεως γίνεσθαιγείνεσθαι αὐτῷ τὴν πρᾶξιν ἔκ τε τοῦ Αὐρηλίου Καήτιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὡμολόγησε. Καῆτις ὡς ἐτῶν λ οὐλὴ παρὰ ἀντικνήμιον δεξιόν. ἔτους δ Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι ιεSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.