no image
DDbDP-text
Letter from Kriton to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 1942.
Each record below describes this same ancient text from a different angle.
Κρίτων Ζήνωνι χαίρειν. ἐπειδὴ Πολέμων ὁ παρʼ ἡμῶν μετάγει τὴν τῆς μητρὸς ἀδελφὴν εἰς Φιλαδέλφειαν, ἠξίωκένἠξίωκέμ με γράψαι σοι ὅπως συναγορασθῶσιν αὐτῶι διὰ σοῦ πυρῶν ἀρτάβαι ρ, ὅπως ἔχηι εἰς διατροφὴν τῆς οἰκίας. εὐχαριστήσεις οὖνοὖμ μοι συναγοράσας αὐτῶι ὡς λυσιτελέστατα. ὡς δʼ ἂν συναγοράσηις, ἐπίστειλον ἡμῖν τε καὶ τῶι Πολέμωνι, ἵνα εἰδῶμεν καὶ τὴν τιμὴν λαβόντες παρʼ αὐτοῦ πέμψωμέν σοι. ἔρρωσο. ἔτους λγ, Παχὼν ιδ. εἰς Φιλαδέλφειαν.20 Ζήνωνι. 20Κρίτων. συναγορασμοῦ πυρῶν ἀρτάβαι ρ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.