no image
DDbDP-text
Account of Woodwork via HGV-meta
Linked by Trismegistos ID
TM 1938.
Each record below describes this same ancient text from a different angle.
πρὸς Σεμθέα Ἀθεμμέα καὶ Ἀπολλώνιον. δεῖ ὑμᾶς λαβεῖν κατὰ τὴν ἀπέγδοσιν ἣν ἐποιήσατο Ἡδύλος ὁ ἀρχιτέκτων. τοῦ ἑπτακλίνου καὶ τῆς ἐξέδρας θυρίδας κανονωτὰς κοιλοστάθμους ἔσω κλειομένας ι ἐχούσας ταινίδια ἀνὰ δραχμὰς β γίνονται δραχμαὶ κ καὶ ταύταις κοιλόσταθμα δέκα ἀνὰ δραχμὰς δ γίνονται δραχμαὶ μ καὶ παραθύρους διπροσώπους β ὕψος ἑκάστης πήχεων γ πλάτος ἀκόλουθον ἀνὰ δραχμὰς ϛ γίνονται δραχμαὶ ιβ καὶ θυρώματος κοιλοστάθμου ὕψος πήχεων ϛ πλάτος ἀκόλουθον δραχμὰς ιβ τοῦ κοιτῶνος θυρίδας δικτυωτὰς η ὕψος πήχεων πλάτος ἀκόλουθον ἀνὰ δραχμὰς β γίνονται δραχμαὶ ιϛ καὶ ταύταις κοιλόσταθμα ἔσω κλειόμενα ἀνὰ δραχμὰς δ γίνονται δραχμαὶ λβ θύρωμα κοιλόσταθμον ὕψος πήχεων δ 𐅷 πλάτος ἀκόλουθον δραχμὰς η καὶ ἐπὶ τὴν κρυπτὴν τὴν εἰς τὴν ἐξέδραν φέρουσαν ὕψος γ 𐅷 πλάτος παλαιστῶν ι δραχμὰς δ θύρας μονοθύρους πήχεων γ εἰς τὴν κλίμακακλείμακα δραχμὰς δ καὶ τῆς ἀποχωρήσεως ὡσαύτως δραχμὰς δ εἰς τὸ βαλανεῖον θύρας ψευδοδιθύρους ἐχούσας σταθμοὺς στερεοὺς δ ἀνὰ δραχμὰς δ γίνονται δραχμαὶ ιϛ κόλλης μνῶν ιβ δραχμὰς ιβ γίνονται δραχμαὶ ρπ εἰς τοῦτο ἔχετε διὰ τῆς Ἀρτεμιδώρου τραπέζης Παχὼν Παῦνι δ ζ ιθ δραχμὰς κ κζ διὰ Χάρμου δραχμὰς η γίνονται δραχμαὶ ρνε λοιπὸν δραχμαὶ κε καὶ παρὰ Θεοπόμπου ἐνἐγ Κροκοδίλων πόλει δραχμὰς ιβ παρὰ Σώσου δραχμὰς ι διʼ Ἐφέσου Μεσορὴ ιθ εἰς τὴν ἐργολαβίαν τῶν τεκτονικῶν ἕως λόγου δραχμὰς μ Θῶθ λ διὰ τῆς τραπέζης δραχμὰς η επ Φαῶφι η διὰ τῆς τραπέζης Σεμφθεῖ τῶι ἐργολαβήσαντι τὴν πρὸς τῶι βαλανείωι ἐξέδραν κατὰ τὴν ἀπέ γδοσιν δραχμὰς ιη ια τῶι αὐτῶι τῶν θυρωμά των δραχμὰς ηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.