no image
DDbDP-text
Letter from Thaos to Agathopus via HGV-meta
Linked by Trismegistos ID
TM 28785.
Each record below describes this same ancient text from a different angle.
Ταῶς Ἀγαθώπου τῶι φιλτάτωι χαίρειν. γινώσκειν σε θέλω ὅτι μετεπέμψατο ἡμᾶς ἡ Τααρμίυσις, ἐμέ τε καὶ Σεΐαν καὶ Φαυστίωνα καὶ τὸν ἐριοπώλην καὶ τὴν γυναῖκα αὐτοῦ· ἐμὲ δʼ ἔλεγον κατʼ ἐξαίρετον ἐπελθεῖν αὐτῇ σύν σοι καὶ ὑπηρέτῃ εὐωχουμένῃ καὶ ὑφῃρηκέναιὑφειρηκέναι ἡμᾶς χρυσία αὐτῆς· ὡς αὐτὴ λέγει. καλῶς οὖν ποιήσεις τὴν φροντίδα μου ποιήσας, ὡς καὶ τῶν ἄλλων ἐποίησας· οὐ διότι τὸ πρᾶγμα ὑμέτερόν ἐστιν, ἀλλὰ καὶ ὅτι προσδοκῶ σοι ἵνα μή με σκύλῃς εἰς Ἀλεξανδρείαν. ἐποίησα δὲ καὶ τὸν υἱόν σου γράψαι σοι περὶ ἐμοῦ, καὶ ὁμοίως πάλιν τὸν ἐριοπώλην γράψαι σοι διὰ τῆς ἐπιστολῆς αὐτοῦ. ἄσπασαι τὴν θυγατέρα σου Ἀρσοῦν καὶ Βη σᾶν καὶ Ἡρακλᾶν καὶ τοὺς φιλοῦντάς σε πάντας. ἀσπάζεταί σε Ἀπολλῶς ὁ υἱός μου καὶ τοὺς σοὺς πάντας. λέγει δὲ Θερμούθιον ὅτι ἔλεγέν μοι Λυ σανίας, φέρε χαλκὸν, ἵνα ἀπενέγκω αὐτῷ· οὐκ ἔδω κενεδωκα δέ. ἐὰν ἐθέλῃς με δοῦναιδῶναι, γράψον μοι, καὶ πέμ ψω σοι διὰ τοῦ ἀδελφοῦ σου ὃ ἐὰν σὺ χρῄζῃς ἐὰν ἐ ξέρχηται τῷ Φαμενώθ. εὐθέως οὖν λαβὼν τὴν ἐπιστολὴν ἀντίγραψονμετάγραψον ἡμῖνἡμεῖν, ἐμοὶ καὶ Θερ μουθίῳ, ἐμοὶ μέν, ἵνα μάθω ἢν ποιῇςποιηιςποιεις μου τὴν φροντίδα, Θερμουθίῳ δέ, ἵνα οὗ ἐὰν χρῄζῃς μὴ ὑστερήσῃς. ἀσπάζεταί σε καὶ τοὺς σοὺς πάντας. ἀπόδος Ἀγαθώπῳ ἀπὸ Θερμουθίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.