no image
DDbDP-text
Κύπηρος Τιβερίου Κλαυδίου Σεβαστοῦ ἀπελευθέρου Μόσχου Τιβερίωι Κλαυδίωι Ἰάσονι καὶ Ἀρείωι καὶ Τρύφωνι τραπεζίταιςτραπεζείταις χαίρειν. χρηματίσατε Ἡλιοδώρωι Διονυσίου τοῦ καὶ Διδύμου τιμὴν δούλης Τνεφερσόιτος ἐπικεκλημένης Ευρε ἐγγενοῦς Αἰγυπτίας ἀσυκοφαντήτου πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς ἀκολούθως τῆι ἀπενηνεγμένηι διὰ τοῦ καταλογείου συγχωρήσεισυνχωρήσει ἀργυρίου δραχμὰς ὀκτακοσίας σὺν αἷς ἔχει διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς δραχμὰς ἐνενήκοντα τὰς λοιπὰς ἀργυρίου δραχμὰς ψι, γίνονται δραχμαὶ ψι. ἔτους δ Νέρωνος, Φαμενὼθ κς. §m2 Ἡλιόδωρος Διονυσίου τοῦ καὶ Διδύμου ἀπέσχον τὰς προκειμένας ἀργυρίου δραχμὰς ψι, γίνονται δραχμαὶ ψι. ἔτους δ Νέρωνος, Φαμενὼθ κς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.