no image
DDbDP-text
Staatskassenquittung über bezahlte Umsatzsteuer via HGV-meta
Linked by Trismegistos ID
TM 462.
Each record below describes this same ancient text from a different angle.
ἔτους ζ, Τῦβι λ, τέτακται ἐπὶ τὴν ἐν Λάτωνος πόλει τράπεζαν, ἐφʼ ἧς Καλλίας, βασιλεῦσι ἐγκυκλίου ζ ἔτους κατὰ διαγραφὴν Ἐράτου τελώνου, ὑφʼ ἣν ὑπογράφει Διονύσιος ὁ ἀντιγραφεύς Ἀπολλώνιος Ἀμμωνίου ἀμπελῶνος ἐν Ψαντανχνούβει τῆς Ἀραβίας τοῦ Λατοπολίτου καὶ τετάρτου μέρους φρέατος ἐξ ὀπτῆς πλίνθου, ὅρια τοῦ ἀμπελῶνος· νότου ἀμπελὼν Τοτοέους τοῦ Ἀμένωτος, οὗ κρατοῦσιν οἱ υἱοί, βορρᾶ ἀμπελῶν Πιούνσιος τοῦ Πανεμγέως, ἀπηλιώτου ἄλλος, λιβὸς ποταμός, οὗ ὑπέθετο αὐτῷ Χερειεβος ότου κατὰ συγγραφὴν, ἣ ἐγράφη ἔτους ζ, Τῦβι πρὸς χαλκοῦ τάλαντον α τέλος ε ἔτους ζ, Τῦβι γ κα τὴν τ Καλλίας τραπεζίτης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.