no image
DDbDP-text
Quittung des Verwalters Archonas via HGV-meta
Linked by Trismegistos ID
TM 11854.
Each record below describes this same ancient text from a different angle.
Ἀρχωνᾶς φροντιστὴς οὐσίας Κλαυδίου Συρίωνος αἰω νίου γυμνασιάρχου τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ ὡς χρηματίζει διὰ Ἀρχωνᾶ φροντιστοῦ τῶν περὶ Ἡράκλειαν Σωτᾶτι Νησιώτῃ χαίρειν. ἔσχον παρὰ σοῦ τὸ ἐνοίκιον ὑπὲρ ἧς ἔχεις κέλλης κτήσεως Μαρέμπεως ὑπὲρ τοῦ κβ ἔτους ἀργυρίου δραχμὰς τεσσεράκοντα ὀκτώ, γίνονται δραχμαὶ μη. ἔτους κβ, Μεσορὴ β. καὶ τῇ λ τοῦ Μεχεὶρ μηνὸς τοῦ κγ ἔτους ὑπὲρ ἐνοικίου τοῦ κγ ἔτους ἐπὶ λόγου ἄλλας δραχμαὶ δώδεκα, γίνονται ιβ. ὁμοίως ἄλλας δραχμὰς ὀκτώ, γίνονται η. ὁμοίως ὑπὲρ δευτέρας ἑξαμήνου τοῦ κγ ἔτους ἄλλας δραχμὰς εἴκοσι, γίνονται δραχμαὶ κ. καὶ ὁμοίως ὑπὲρ τῶν ἀπὸ Θὼθ ἕως Μεχεὶρ τοῦ κδ ἔτους ἄλλας ἐπὶ λόγου δραχμαὶ εἴκοσι, γίνονται δραχμαὶ κ. ὁμοίως ὁ αὐτὸς ὑπὲρ τῶν ἀπὸ Φα μενὼθ ἕως Μεσορὴ τοῦ κδ ἔτους ἀργυρίου δραχμαὶ εἴκοσι, γίνονται δραχμαὶ κ. κε ἔτους ὁμοίως ὑπὲρ τῶν ἕως Ἁθὺρ vestiges κε ἔτους ὁ αὐτὸς ἐπὶ λόγου vestiges ὁμοίως ἄλλας δραχμὰς δώδεκα, γίνονται δραχμαὶ ιβ. ὁμοίως ὁ αὐτὸς ὑπὲρ τῶν ἀπὸ Φαμενὼθ ἕως Μεσορὴ ἄλλας δραχμὰς κ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.