no image
DDbDP-text
Gemischtes Darlehen über 72 Drachmen und 7 1/2 Metra Gemüsesamen via HGV-meta
Linked by Trismegistos ID
TM 11831.
Each record below describes this same ancient text from a different angle.
ἔτους πέμπτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνείνου Παρθικοῦ Μεγίστου ΒρεταννικοῦΒρεντανικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, μηνὸς Ἁδριανοῦ Χοιὰκ ἑβδόμῃ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Αὐρήλιος Σώτας Ἀπύγχεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου, καταγινόμενος ἐν ἐποικίῳκαταγεινομενου ε ν εποικιου Μαρέμπεως τῆς Θεμίστου μερίδος, ὡς ἐτῶν τεσ σεράκοντα δύο , οὐλὴ ἀντικνημίῳ δεξιῷ, Γαίῳ Ἰουλίῳ Σατορνείλῳ υἱῷ Γαίου Ἰουλίου Σατορνείλουυἱος γαι ω ιουλ ιω σατορνειλω οὐετρανοῦ ἔχεινοὐετρανῶ ἔχιν παρʼ αὐτοῦ ὁ ὁμολογῶν παραχρῆ μα διὰ χειρὸς ἀργυρίου κεφαλαίου δραχμὰς ἑβδο μήκοντα δύο καὶ λαχανοσπέρμου μέτρα ἑπτὰ ἥμισυ, ἃς καὶ ἀποδώσειἀποδώσι ὁ ὁμολογῶν ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως γι νομένης γεινομένης τῆς πράξεως ἔκ τε τοῦ ὁμολογοῦν τος ἢ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷαὐτοῦ πάντων κα θάπερ ἐκ δίκης. Σώτας ἀπὸ Σοκνοπαίου Νήσου δραχμαὶ οβ καὶ λαχανοσπέρμου μέτρα ζ 𐅵.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.