no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 1548.
Each record below describes this same ancient text from a different angle.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους τετάρτου καὶ τριακοσ τοῦ, ἐφʼ ἱερέως Νεοπτολέμου τοῦ Κραίσιος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Νικολάου, μηνὸς Δαισίου τρίτηι φθίνοντος, ἐν Ἀλεξανδρείαι, ἐδάνεισε Νέα Πτολεμάισσα μετὰ κυρίου Φιλοξένου κ Πτολεμαιέως ἀπὸ Βάρκης ωδρμου οἱ δύο ἀγυιᾶς Ἀρσινόης Βασιλείας Ἐχεδήμωι ἐπὶ συνταγμ συνταγματάρχηι ἀγυιᾶς Ἀρσινόης. ἀργυρίου δραχμὰς ἑκατόν . ἀποδότω δὲ Ἐχέδαμος Νέαι τὸ δάνειον ἀφʼ ἧς οὗ ἂν προείπηι ἐν ἡμέ ραις ι ?, ἐὰν δὲ μὴ ἀποδῶι, ἢ μὴ ποιῆι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω τῆι Νέαι παραχρῆμα τὸ ἡμιόλιον, ἡ δὲ πρᾶξις ἔστω Νέαι τῶν κατὰ τὴν συγγραφὴν δραχμῶν ἑκατὸν ἔκ τε Ἐχεδήμου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων κα θάπερ ἐκ δίκης. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω πανταχοῦ οὗ ἂν ἐπιφέρηται. μάρτυρες Δίννος Ῥωμαῖος τῶν Αὐτομέδοντος δι ἀγυιᾶς Ἀρσινόης Ἐλεήμονοςελεημος, Καλλίμαχος Πτολεμαιεὺς ἀπὸ Βάρκης τακτόμισθος ἀγυιᾶς Ἀρσινόης Βασιλείας, Ἀγήσανδρος Ἡρα συνταγματάρχης ἀγυιᾶς Ἀρσινόης Τελείας, Ἀντίγονος Διονυσίου ἀγημα ρου, Διονύσιος Μος Χίωνος Πέρσης τῶν περὶ αὐλὴν τακτόμισθος ἀγυιᾶς ς Χαλκιοίκου, Πολέμαρχος Πτολεμαιεὺς ἀπὸ Βάρκης τῶν τακτόμισθος ἀγυιᾶς Ἀρσινόης Βασιλείας. Ἀντιγόνου Ἐχεδήμου Ἀγησάνδρου Καλλιμάχου ΔιονυσίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.