no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 1511.
Each record below describes this same ancient text from a different angle.
Γλαυκίας Ἀπολλωνίωι χαίρειν. περὶ ὧν μοι ἐνετείλω ἀναγγεῖλαι Νικάνορι καὶ Ἀντιόχωι, ἀνηγγείλαμεν. ἴσθι δὲ αὐτοὺς συμφερομένους. τὰ δὲ λοιπὰ ὡς ἂν παραγενώμεθα ἀναγγελοῦμέν σοι. παραγενόμενος δὲ καὶ εἰς Βαιτανῶτα καὶ παραλαβὼν Μέλανα ἐπῆλθον τὰ φυτὰ καὶ τὰ ἄλλατὰ̓́λλα πάντα. ἱκανῶς οὖνοὐ μοι δοκεῖ κατειργάσθαι, ἔφη δὲ εἶναι τὴν ἄμπελον μυριάδας ὀκτώ . κατεσκευάκει δὲ καὶ φρῆρ καὶ οἴκησιν ἱκανήν. ἔγευσεν δέ με καὶ τοῦ οἴνου, ὃν οὐ διέγνων πότερον Χῖός ἐστιν ἢ ἐπιχώριος. καλῶς οὖν ποιεῖς εὐκληρῶν κατὰ πάντα. ἔρρωσο. ἔτους κθ, Ξανδικοῦ ζ. παρὰ Γλαυκίου περὶ ὧν ἐνετέ ταλτο ἀναγγεῖλαι Ἀντιόχωι καὶ Νικάνορι, καὶ τοῦ οἴνου ἐν Βαιτανάτοις. Ἀπολλωνίωι. ἔτους κθ, Ξανδικοῦ , ἐν Ἀλεξανδρείαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.