no image
DDbDP-text
Letter from Apollonios to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 825.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλώνιος Ζήνωνι χαίρειν. περὶ τῶν ἀμπελώνων τῶν ἀμφισβητουμένωνἀμφιζβητουμένων πρὸς τοὺς κληρούχους τοὺς ἐν τῶι Μεμφίτηι γέγραφα πρὸς Κραταιμένην καὶ Παράμονον, καὶ τῶν ἐπιστολῶν τῶν πρὸς αὐτοὺς πέπομφα τὰ ἀντίγραφατἀντίγραφα, ὅπως παρακολουθῆις. ἔρρωσο. ἔτους λα, Δαισίου ιϛ, Παῦνι β. Ἀπολλώνιος Κραταιμένει χαίρειν. ἐπειδὴ οἱ συνταξάμενοι οὐ συνήντησαν ἐπὶ τὴν κρίσιν περὶ τῶν ἀμφισβητουμένωνἀμφιζβητουμένων ἀμπελώνων, καλῶς ποιήσεις συντάξας τὰ γενήματα διατηρῆσαι. ἔρρωσο. Παραμόνωι. ἐπειδὴ οἱ κληροῦχοι ἐπιβεβηκότες εἰς τὴν ἡμῖν δεδομένην γῆν ὑπὸ τοῦ βασιλέως οὐ συν ηντήκασιν ἐπὶ τὴν κρίσιν πρὸς Κραταιμένην, ἐπιμελές σοι γενέσθω ὅπως τὰ γενήματα συναχθέντα διατηρηθῆι. ἔρρωσο. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.