no image
DDbDP-text
Letter from Euempolos to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 944.
Each record below describes this same ancient text from a different angle.
Εὐέμπολος Ζήνωνι χαίρειν. τῶν ἐπὶ μέρει τοὺς ἀμπελῶνας φυτευσάντων εἰς τὸ κε ἔτος ἠξίωσα ὑπηρέτην λαβὼν παρὰ Ἡρακλείδου ἐφοδεῦσαι, ἵνα τοὺς πεφυτευκότας σίκυον ἢ κολόκυνταν ἢ κρόμμυον ἢ ἄλλο τι ἀπογράψωμαι, ἵνα ἐξ συντιμήσεως καθὰ καὶ πρότε ρον τὸ ἡμίσευμα τάξωνται. δόντος οὖνοὖμ μ μοι Ἡρακλείδου ὑπηρέτην καὶ ἀξιοῦντος καλῶς οὕτω ποιεῖνποεῖν, οὐδενὸς τῶν λοιπῶν ἀντιλέγοντος, Ἀπολλωνίδης οὐκ ἔφη ἐάσεινἐάσειμ με εἰς τὸν ἀμπελῶνα παρελθεῖν, εἰδὼς οὖν αὐτοῦ τὴντὴμ μανίαν συναντᾶν ἐκέλευον ὅταν περιοδεύω καὶ κωλῦσαί με. δικαίως οὖν Ἀπολλωνίδει φλυαρεῖν ἐπερχεται· εἰ γὰρ τὰ διάφορα, καθάπερ εἶπας τότε, τῆς διαπράσεως τοῦ ἑκατονταρούρου ἀμπελῶνος εἰσεπράχθη, οὐκ ἂν νῦν διὰ κενῆς ἐφλυάρει. ἐμοῦ γὰρ ἀποδομένου ἐνἐμ μὲν τοῖς Πύθω νος οὐδὲ ἀρούρας ε δραχμῶν κ καὶ ἐν τοῖς Νεοπτολέμου εἰ πάνυ πολλὰς ἀρούρας ζ δραχμῶν μα, καὶ ἐν τῶι μέσωι μετὰ Ἀνόσιτος ὑπὸ κήρυκα ἀποδομένου καθὰ συνέταξας, ἐκεῖνοςεἰκε͂νος οὐδενὶ παραγγείλας οὐδὲ Ἄνοσιν παραλαβών, καταγαγὼν οὕς ποτε ἠβούλετο καὶ ἰδίαι συμφωνήσας πρὸς αὐτούς, δραχμῶν ν ἔφη πεπρακέναι καὶ οὐδὲ εἰς τὰ Ἰσιεῖα ὑπελίπετο σταφυλήν, φάσκων πρὸς πάντας ὁπόσην βούλει ὑπάρχειν σοι. ἀλλὰ περὶ μὲν τούτων παραγενόμενος αὐτὸς ἐπισκέψει· τὰς δὲ ληνοὺς οὔτε ἐπισκευάζει οὐδεὶς οὔτε ἄλλας οἰκοδομοῦσι, ὁ δὲ καιρὸς πάρεστι· Παχὼνς γὰρ πέρυσι κη ἠρξάμεθα τρυγᾶν· ἀλλʼ οὐδὲ τὸντὸμ μῦν ἑτοιμάζονται θηρεύειν. ὥστε, ἐὰνἐὰμ μὴ ἐν τάχει παραγενόμενος περὶ πάντων συντάξηι, ἄλλοις ἐπέχων οὐκ ὀλίγων καθυ στερήσεις. ἔρρωσο. ἔτους κε, Παχὼνς β. ἔτους λϛ, Παχὼνς ϛ. Εὐέμπολος τρυγή σεως. ΖήνωνιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.