no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 2375.
Each record below describes this same ancient text from a different angle.
Νίκων Ζήνωνι χαίρειν. καὶ πλεονάκις μέν σοι ἐγράψαμεν περί τε τῆς ὀλύρας καὶ τῆς κριθῆς ὅτι ἐστὶν ἄπρατος, ἀλλʼ οὐθὲν ἡμῖν οὔτε σὺ οὔτε Ἀπολλώνιος ἀντεγράψατε. ἔτι οὖν καὶ νῦν καλῶς ἂ ποιήσαις γράψας ἡμῖν περὶ τούτων. γίνωσκε δὲ τὴν μὲν κριθὴν εὑρίσκουσαν εἰς ἀρτάβας γ γ τὸν τετράδραχμον, τὴν δὲ ὄλυραν εἰς ἀρτάβας ε. Ἀπολλώνιος δὲ συνέταξεν πωλεῖν εἰς τὸν Χοίακ ὡς τὴν ἀρτάβην ὀβολῶν πέντε , ὥστʼ εἶναι τὸ διάφορον παρὰ τὸν στατῆρα ὀβολόν. ἔρρωσο. ἔτους κη, Μεχεὶρ η. ἔτους κη, Δύστρου ια. Ζήνωνι. Νίκων ὀλύρας καὶ κριθῆς τῆς ἀπράτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.