no image
DDbDP-text
Letter of Ausonius via HGV-meta
Linked by Trismegistos ID
TM 32657.
Each record below describes this same ancient text from a different angle.
τῷ ἀγαπητῷ πατρὶ ἄπα Παπνουθίῳ Αὐσόνιος. μεμνημένος τῶν ἐντολῶν τῆς σῆς θεοσεβείαςθεοσεβίας μετεπεμψάμην Ὧρον τὸν ἀπὸ Φιλονίκου καὶ ὑπέμνησα αὐτόν, Γάλλον δὲ ἠξίωσα ἐν ἅπασι ὑπομνῆσαί με ἵνʼ ἐν τοῖς δυνατοῖς τὴν παρʼ ἐμοῦ σπουδὴν ἐνδείξω· ἵνα δὲ καὶ ἐπὶ τούτου καὶ ἐπὶ πάντων κελεύσῃς παρακαλῶ τὰ μεγάλα. μέμνησο δέ μου ἐν ταῖς ἁγίαις σου εὐχαῖς. ἐρρωμένον σε καὶ εὐχόμενον ὑπὲρ ἡμῶν ὁ θεὸς διαφυλάξῃ, ἀγαπη τὲ πάτερ. τῷ ἀγαπητῷ πατρὶ ἄπα Παπνουθίῳ Αὐσόνιος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.