no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 20496.
Each record below describes this same ancient text from a different angle.
περὶ σίτου ἀρταβῶν Ατ λοιπάδος τῶν ὁρρίων Arabic ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. ηὕραμέν σε λοιπαζόμενον ἐκ τοῦ διασταλέντος σίτου ἀπʼ ἐμβολῆς καρπῶν ἰνδικτίωνος ἐνάτης λόγῳ τῶν ὁρρίων χιλίαςχιλείας τριακοσίας ἀρτάβας. δεχόμενος οὖν τὰ παρόντα γράμματα εὐθέως καὶ κατʼ αὐτὴν τὴν ὥραν ἐμβαλλόμενος ἀπόστειλον τὸν τοιοῦτον σῖτον μὴ ἀμελῶν εἰ μέντοι ἔχεις ἀγαθόν. εἰ δὲ καί ἐστί τι ἐξ αὐτοῦ διὰ χωρίων διοικήσεώς σου γράψον ἡμῖν τὸ κατὰ χωρίον αὐτῶν καὶ τί λοιπάζεται διʼ αὐτῶν. ἀλλὰ μὴ ἀμελήσῃς ὡς εἴρηται ἕως οὗ περικυκλώσωσίν σε ὑφʼ ἓν τὰ ἐπιτάγματα τοῦ δημοσίου καὶ εὑρεθῇς ἀνικάνων. τοῦτο γὰρ βλάβος σοι μέγα προσφέρει καὶ τοῖς τῆς διοικήσεως σου. ἔσῃ δὲ ἐπιστάμενος ὡς εἰ καταλάβῃς τὰ πρὸς ἡμᾶς καὶ εὑρεθῇ λοιπαζομένηλοιπαζομενον διὰ τῆς διοικήσεώς σου ἐκ τοῦ τοιούτου σίτου μία ἀρτάβη καὶ μόνη μέλλομεν κρατῆσαι καὶ σφῖγξαί σε ἄχρις ἂν οἰκόθενηθεν τούτῳ ἐξανύσῃς καὶ παραδώσῃς Θεοῦ κελεύοντος. ἐγράφη μηνὸς Ἁθὺρ ζ ἰνδικτίονος θ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. μηνὸς Ἁθὺρ κδ ἰνδικτίονος θ ἠνέχθηἠνήχθη διὰ Σουλεειμαν βερεδαρίου περὶ λοιπάδος ἐμβολῆς θ ἰνδικτίονοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.