no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19792.
Each record below describes this same ancient text from a different angle.
φυγάδας δεχόμενος οὖν τὰ παρόντα γράμματα ος ἄνδρας ἓξ ἐκ τῶν ὀφειλόντων τοιοῦ το ὁριζόντωνὡριζόντων τοὺς προσφεύγοντας ἀνθρώπους αὐτῶν εἰς ἑκάστην παγαρχίαν πρὸς ὃ καθυπετάξαμέν σοι ἐν τῇ παρούσῃ ἐπιστολῇ πέμπων εἰς αὐτούς τινα ἱκανὸν καὶ πιστὸν γεγραμματισμένον ὀφείλοντα σὺν αὐτοῖς συνευρεθῆναι πρὸς τοὺς ἐπικειμένους τῶν φυγάδων καὶ τάξαι παρʼ ἑαυτοῖς τὴν ὀνομασίαν καὶ πατρωνυμίαν ἑκάστου καὶ ἀπὸ ποίου χωρίου καὶ ἐν ποίῳ τόπῳ καὶ ποίᾳ παγαρχίᾳ προσέφευγεν τῶν τε ἀποστελλομένων εἰς τὰ ἴδια καὶ τῶν παρεωμένωνπαρεουμένων ἔνθα κατέμενον ἐπὶ συντελείᾳ ἁπλῶς εἰπεῖν καταμαθεῖν πᾶσαν εἴδησιν παραγγέλλων αὐτοῖς σταθῆναι ἐνδρανῶς εἰς τὸ ἔργον αὐτῶν καὶ μὴ λαβεῖν παρά τινος τί ποτε τὸ σύνολον ὑπὲρ σπορτούλου. ἔσῃ γὰρ ἐπιστάμενος ὡς ἐὰν καταγνωσθῇ τις ἐκ τῶν πεμπομένων παρὰ σοῦ ἐσχηκὼς παρʼ οἱουδήποτε ἀνθρώπου σπόρτουλον εἰς σὲ ὁρᾷ ὁ κίδυνος καὶ μέλλεις σὺν τῷ καταγινωσκομένῳκαταγινοσκομένῳ εἰς τοῦτο ἀπολαβεῖν. ἀλλὰ μετὰ συντομίας τοὺς τοιούτους ἄνδρας ἀπόστειλον πρὸς τοὺς εἰρημένους ἐπικειμένους τῶν φυγάδων καὶ μὴ εὕρω σε ὅτι ἐνεπόδισας ἐνεπόδισες εἰς τοῦτοτουτοῦτο ἢ ὅτι ὑστέρησαςὑστέρησες τοῦ μὴ ἐκπέμψαι εἰς πλῆρες τὸν ἀριθμὸν ὃν γεγραφήκαμέν σοι καὶ κινδυνεύσῃς. ἐγράφη μηνὸς Χοιὰκ κθ ἰνδικτίονος ζ μνη ἄνδρες ϛ πρὸς Σαλαμα υἱὸν Ιοχαμηρ εἰς Ἀρκαδίαν ὄνοματα β πρὸς Ζωρα βεν Αλοασελ εἰς Θηβαΐδα ὀνόματα β πρὸς Αβδελλα βεν Σζουραε εἰς λίμιτον ὀνόματα βSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.